ἐννοήσει πάλιν, ὅτι καὶ Ἑλλήνων παῖδες οἱ ταῖς δοκη[σι]σοφίαις ἐξωφρυωμένοι, καὶ μὴν καὶ αἱρετικοὶ πολυπλόκοις ἀπάτης εὑρήμασι τὸ δοκεῖν τι σφισὶν αὐτοῖς ἀπονέμοντες, ἀποφέρουσι τῶν ἁπλουστέρων τινὰς τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως, ἧς ἃν ἔχοιεν παρὰ Θεοῦ, καὶ τοῖς
βρόχοις τῆς ἀπάτης ἐνδέοντες μονονουχὶ, καὶ ἐν δορικτήτων μοίρᾳ λαβόντες, ἀποκομίζουσι τῶν τῆς ἀληθείας ὅρων ὡς 2 ἀποτάτω. ἀλλ’ ὅ γε τῶν ὅλων Θεὸς ἄπρακτον αὐτοῖς ἀποφαίνει τὴν κακουργίαν, καὶ ἀνίησι μὲν τοὺς ἠπατημένους, τοὺς δὲ τῶν ἀπατησάντων κατὰ μάθησιν υἱοὺς προσάγει τοῖς
ἐξ Ἰούδα· νοηθεῖεν δ’ ἂν οὗτοι πάλιν οἱ θεσπέσιοι μαθηταὶ, καὶ ὅσοι τὸ χριστοῦ λαλοῦσι μυστήριον· οἱ δὲ τῆς ἐκείνων πλάνης ἀπαλλάττοντες, εἰς καλήν τε καὶ ἀξιέραστον ἀποφέρουσι δουλείαν, τὴν ὑπὸ χριστῷ δηλονότι, καὶ οἷον αἰχμαλώτους ἁρπάζουσι, μετατιθέντες εἰς τὴν ἑαυτῶν ἕξιν 3
τε καὶ γνώμην, ἢ τῆς ἐκείνων ἐστὶν αποτατω. πολὺ γὰρ τὸ μεταξὺ τῆς γνώμης τε τῶν ἁγίων, καὶ τῆς τῶν τοιούτων ὁρᾶται. λέγεται δὲ καὶ ὁ χριστὸς τοὺς ἐκ τῆς Ἑλληνικῆς ἀπάτης εἰς τὴν ἐπίγνωσιν τοῦ κατὰ φύσιν Θεοῦ μετενηνεγμένους ὡς αἰχμαλώτους ἑλεῖν. ἔφη γὰρ ὁ μακάριος Δαυείδ
“Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες 4 “δόματα ἐν ἀνθρώποις.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.