αὐτῆς τῆς Γὲθ, ἥτις καλεῖται καὶ ἀλλοφύλων. τοιγάρτοι καὶ πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός Καὶ τί ἐμοὶ καὶ ὑμῖν 1 Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; ποίας γὰρ, φησὶ, τὰς ἀφορμὰς τῆς ἀγριότητος ἔχοντες, ταλαιπωροῦντα τὸν Ἰσραὴλ, καὶ ταῖς ἐκ Βαβυλωνίων συμφοραῖς
οὐ μετρίως κατηχθισμένον ἀνοσίως ἐπιφορτίζετε, πικρῶς ἐπιβαίνοντες καὶ οἷον ἐμὲ γελῶντες τὸν σώζοντα τάχα που, καὶ ἀμυνόμενοι, καὶ τὰ ἐχθρῶν εἰς ἐμὲ τολμῶντες λέγειν, μᾶλλον δ' ἤδη καὶ δρᾶσαι; οὐκοῦν οὐκ εἰς μακρὰν ἀπολήψεσθε τὸ ἀνταπόδομα. ἥξει δὲ ὑμῖν εἰς κεφαλήν· δίκας
γὰρ ἀποτιεῖτε ἐμοὶ τῷ διακριθησομένῳ πρὸς ὑμᾶς ἐν τῆ 2 κοιλάδι τοῦ Ἰωσαφάτ. ἐγκαλεῖ δὲ αὐτοῖς ὡς διηρπακόσι 3 μὲν τὰ ἐπίλεκτα τοῦ ναοῦ, καὶ τὰ χρυσᾶ σκεύη σεσυληκόσι, καὶ ταῖς τῶν ἰδίων θεῶν ἀνατεθεικόσι τιμαῖς. ἀφόρητον δὲ τὸ χρῆμα καὶ πικρὸν, καὶ οὐκ ἀνικάνως ἔχον εἴς γε τὸ δύνασθαι καταλυπῆσαι Θεόν. ἔφη γὰρ ὅτι “Τὴν δόξαν 4
“ μου ἑτερ́ῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. τί γὰρ ἕτερον ἃν εἴη τὸ τοῖς θείοις ἀναθήμασι τοὺς τῶν εἰδώλων καλλωπίζειν ναοὺς, ἢ μονονουχὶ διακεκραγέναι καὶ λέγειν ὡς εἴη μὲν ὁ τῶν ὅλων Θεὸς ἐν δευτέροις, τὰ δὲ ἐν λόγῳ τῷ προὔχοντι καὶ σώζειν εἰδότα τοὺς ἰδίους προσκυνητάς; 5
καὶ οὐκ ἀπόχρη, φησὶν, εἰς δυσσέβειαν ὑμῖν τὸ τῶν θείων ἀναθημάτων τὸν ἐμὸν γυμνῶσαι νεὼν, ἀλλὰ γὰρ καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοσθε τοῖςνὐοῖς τῶν Ἑλλήνων. γενέσθαι δέ τι τοιοῦτον εἰκὸς, ὡς ἐν ταῖς χώραις τῶν ἐθνῶν τινὰς ἀποκομισθῆναι τῶν ἐξ Ἰσραὴλ,
ἀπεμπολούντων αὐτοὺς ἢ Τυρίων τυχὸν, ἢ καὶ ἑτέρων, οἷς ἐμπορία τὸ σπουδαζόμενον, καὶ φιλοκέρδεια τὸ ἐπιτήδευμα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.