οἴονται δὲ ὅτι τῶν εἰς αὐτοὺς ἕνεκα γεγονότων ἀποτιοῦσι 1 λόγους, οἱ κατὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν. ἀμοιρήσειε δ' ἂν οὐδαμῶς τοῦ γελᾶσθαι πρέπειν τὸ ἐνθύμημα αὐτῶν, τῆς θεοπνεύστου γραφῆς τὰ τῆς προφητείας ἐκπεπεράνθαι λεγούσης, καὶ ὅτι δίκας ἐξῄτηνται παρὰ Θεοῦ τὰ περίοικα τῶν
ἐθνῶν, τοῦ πολέμου γεγονότος ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφάτ. 2 ἐπέθρωσκον γὰρ, ὡς ἔφην, τοῖς λειψάνοις τοῦ Ἰσραὴλ, καίτοι πλείστην ὅσην ἀνατλάντος ταλαιπωρίαν· δέδοντο γὰρ τοῖς Βαβυλωνίοις.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.