τρόπον, καὶ ὅτι τοῖς ἐπὶ τῆς γῆς συνδιαιτηθήσεται καθεὶς ἑαυτὸν εἰς κένωσιν, καὶ γενόμενος καθ’ ἡμᾶς, τουτέστιν, ἄνθρωπος. τότε γὰρ γέγονεν ἐν μέσῳ τοῦ Ἰσραὴλ, καὶ διεφύγομεν ἐντροπὴν καὶ αἰσχύνης ἀπηλλάγμεθα, θανάτου 1 πεσόντος, ἁμαρτίας ἀνῃρημένης, γνώσεως ἀληθοῦς εἰσκεκο-
2 μισμένης. προσκυνοῦμεν γὰρ οὐκέτι “τῇ κτίσει παρὰ τὸν “κτίσαντα,’’ καὶ Θεὸν ἕτερον ἐπ’ αὐτῷ παντελῶς οὐδένα παραδεδέγμεθα. τοιγάρτοι καὶ πεπλουτήκαμεν, ὡς ἐν ἐλπίδι βεβαίᾳ, ζωήν τε καὶ δόξαν καὶ τὴν εἰς μακραίωνα βίον ἐν ἁγιασμῷ καὶ ὁσιότητι πολιτείαν.
3
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.