εἷλέ τε τὰ βασίλεια, καὶ πάντας τοὺς ἐν αὐτοῖς ἐκκενώσας θησαυροὺς, καὶ τὰ χρυσᾶ δόρατα καὶ τὰς ἀσπίδας λαβὼν ἃς πεποίηκε Σολομῶν, λαμπρὸς καὶ νενικηκὼς οἴκοι πάλιν 2 ἀνεκομίζετο, καὶ μὴν καὶ Ἀζαὴλ ὁ Σύρος οὐ μετρίας αὐτοῖς 3 ἐπήνεγκε πληγάς· εἷλε δὲ καὶ Φούλα βασιλεὺς Βαβυλωνίων
τὰς πέραν τοῦ Ἰορδάνου φυλάς· καὶ πρός γε δὴ τούτῳ Νεχαὼ Φαραὼ βασιλεὺς Αἰγύπτου, κρατοῦντος ᾿Ιωσίου, 4 κατεστράτευσε τῆς Σαμαρείας, καὶ δασμοῖς ὑπέθηκε τῆν’ 5 γῆν· ἕκατον γὰρ ἐξητησε χρυσίου τάλαντα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.