“πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβα. 3 “νον, καὶ ἔλαβε τὰ ἐκλεκτὰ τῆς κέδρου, τὰ ἄκρα τῆς “ἁπαλότητος ἀπέκνισε, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαναάν.” ὑπεδήλου γὰρ ἀστείως τὸν τῆς Βαβυλωνίων ἄρχοντα γῆς, τὸν ἀποκείροντα τῶν ἐξ ᾿Ισραὴλ τὰ ἐξαίρετα, καὶ οἴκοι 4
μετατιθέντα τὸ διηρπασμένον. καὶ ὅτι μὲν γεγόνασιν ἀφορίαι τε ἀγρῶν, ἔνδειαι τε τῶν ὡρίμων, καὶ λιμοὶ πλειστάκις ἀπηνεῖς τε καὶ μακροὶ κατά γε τὴν ᾿Ιουδαίων χώραν, ἔφη τὸ γράμμα τὸ ἱερόν. ἤδη γάρ τινες λιμοῦ καταθλίβοντος ἀνάγκης εἰς τοῦτο κεχωρήκασιν, ὥστε ὄνου κεφαλὴν 5
πεντήκοντα πρίασθαι σίκλων. παραδείξειε δ’ ἂν τῆς κατὰ καίρους ἐνδείας τὴν ἀγριότητα τὰ περὶ τῶν παίδων μεμα- 6 χημένα γύναια. ἐπεὶ γὰρ κατεδηδόκασιν αἱ δύο τὸ ἓν, περὶ 7 τοῦ ζῶντος δικάζεσθαι παρὰ τοῖς κρατοῦσιν ἠξίουν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.