ἄστρα τὸ οἰκεῖον ὥσπερ ἀνακόψαι σέλας. γέγονε δὲ πάλιν ἐν τούτοις ἡμῖν ὑπερβολικὸς ὁ λόγος, δύσοιστόν τε καὶ πολυαλγῆ τοῖς ἐνοικοῦσι τὴν γῆν τὴν συμφορὰν ἀποφαίνων. ἀτρεκὴς δὲ ὁ λόγος, κἂν εἰ νοοῖτο πάλιν ὡς ἐπ’ ἀνθρώπων 2 στρατιᾶς, εἰ καταθεῖν ἕλοιντο χώρας τε καὶ πόλεως. ἐν ἴσῳ
γὰρ ταῖς ἀκρίσι τὰ πάντα περιχεόμενοι, διαλυμαίνονται μὲν ἀγροῖς, καταθλίβουσι δὲ καὶ πόλεις, τειχῶν τε ὑπεραιρόμενοι καὶ οἴκοις αὐτοῖς ἐπεισθέοντες, καὶ τοῖς ἀπὸ σεισμοῦ δείμασι φιλονεικοῦντες εἰς ἀγριότητα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.