καὶ γεγόνασι ἄβατός τε καὶ ἄνυδρος γῆ, ἥτις 4 οὐ κατοικηθήσεται. ἡμῶν δὲ δὴ πέρι τῶν ἐν πίστει δεδικαιωμένων προανεφώνει Θεὸς, καὶ τῶν διὰ χριστοῦ χαρισμάτων ἀμφιλαφεστάτην ἔσεσθαι τὴν χορηγίαν ὑπεδήλου λέγων “Ἐν τῆ ἡμέρᾳ ἐκείνη ἀποσταλάξει τὰ ὄρη γλυ- 5 κασμὸν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πάσαι αἰ “ἀφέσεις Ἰούδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου Κυρίου 6 “ἐξελεύσεται, καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων·’’ καὶ μὴν καὶ ἑτέρως “Ἐγὼ κύριος ὁ Θεὸς, ἐγὼ ἐπακούσομαι 7 “ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτοὺς, ἀλλ’ ἀνοίξω
“ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ ἐν μέσῳ τῶν πεδίων εἰς ἕλη, “καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς·’’ οὐκοῦν ἡμεῖς μὲν ἐν τούτοις. εἰ δὲ δὴ βαδίζοιεν εἰς μετάγνωσιν καὶ ἀναβλέψοιεν πρὸς Θεὸν, λέγοιέν τε καὶ αὐτοί Πρὸς σὲ Κῦρε κεκράξομαι, λήψονται τὰς τῶν υδάτων ἀφέσεις, ἀντλήσουσί 8
τε μεθ’ ἡμῶν τὸ ὕδωρ τὸ νοητὸν “ ἐκ τῶν πηγῶν τοῦ σω- “τηρίου,” ποτισθήσονται δὲ καὶ “ τὸν χειμάρρουν τῆς τρυ- 9 “φῆς’’ παρὰ τοῦ Θεοῦ καὶ πατρὸς, καὶ τὴν πηγὴν τῆς ζωῆς ἕξουσιν ἐν καρδίαις. παρακείσεται δὲ αὐτοῖς εἰς τρυφὴν καὶ τὰ ὡραῖα τῆς ἐρήμου, τουτέστι, νομὴ καλὴ καὶ ἀμφιλαφὴς,
εἰς γνῶσιν αὐτοὺς ἀποτρέφουσα τὴν ἐν χριστῷ νοουμένην θείαν τε καὶ εὐαγγελικήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.