εἶτα τί τὸ θαῦμα, κἂν εἰ δαμάλεις λέγοι διασκιρτησαι τυχὸν, 1 κλαῦσαί τε βοκόλια βοῶν ; ἀφορήτως γὰρ αὐτὰ καταπιέζοντος τοῦ λιμοῦ, τάχα πὼς καὶ ἀνεσκίρτησαν ἃν καὶ τεθνήκασιν, εἴπερ ἦν αἴσθησις αὐτοῖς τῶν ἐπενηνεγμένων. ἠξανίσθαι δέ φησι θησαυροὺς καὶ κατεσκάφθαι ληνοὺς, οὐδεμιᾶς που
τάχα φροντίδος ἠξιωμένας, διάτοι τὸ μηδὲν ἐξ ἀγρῶν συλλέγεσθαι, ἀλλὰ δρεπάνην μὲν ἀπρακτεῖν τὴν ἐν ἀμπέλῳ καὶ βότρυί; ξηρὸν δὲ δὴ τάχα καὶ ἀτελεσφόρητον τοῖς ἀγροῖς ἐπικεκλίσθαι τὸν στάχυν. ταύτῃτοί φασι τί ἀποθήσομεν ἑαυτοῖς; ὅτι δὲ, ὡς ἔφην, τοῖς τῶν καρπῶν ἡμέροις καὶ 2
αὐταὶ συνδιολώλασιν αἱ τῆς ἐρήμου πόαι, καθίστησιν ἐναργὲς, αργὲς, ἠφανίσθαι λέγων καὶ αὐτὰ τῶν προβάτων τὰ ποίμνια, λιμῷ δὴ πάντως κατεφθαρμένα, καὶ τῆς συνήθους καὶ φιλαιτάτης λαιτάτης αὐτοῖς ἐστερημένα νομῆς. ἐφαρμόσει δὲ καὶ σοφῶς ταῖς Ἰουδαίων συμφοραῖς, οἳ πεπαρῳνήκασιν, ὡς
ἔφην, εἰς τὸν τῶν ὅλων Σωτῆρα χριστόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.