ὁρᾶν καὶ τῶν ξύλων τὰ ἐξαίρετα, ληίοις τε ὁμοῦ τὰς ἀμπέλους κατεφθαρμένας, καὶ αὐτὴν δὲ τὴν ἀγρίαν ὕλην τοῖς 1 κήποις συγκαταφθίνουσαν. πάντα, γάρ φησι τὰ ξύλα τοῦ ἀγροῦ εξηρανθησαν, ὅτι ᾐσχυναν χαραν οἱ υἱοὶ τῶν ανθρωπων· τὸ δὲ ᾕσχυναν χαρὰν, ἀντὶ τοῦ, αἰσχύνης τε καὶ ἐντροπῆς καὶ
ἐλέγχων τῶν εἰς ποινάς τε καὶ δίκην τὸν καιρὸν ἀπέδειξαν 2 οἱ ἐνοικοῦντες τὴν γῆν, καθ’ ὃν ἦν εἰκὸς καὶ ἐνευρύνεσθαι ταῖς εὐημερίαις τὰ ἐξ ἀγρῶν συλλέγοντας, καὶ ἀναμεστοῦν μὲν τῷ σίτῳ τὰς ἀποθήκας, ἐπιφωνεῖν δὲ τρυγῶσι τὰς ἐπι- 3 ληνίους ᾠδὰς, καὶ ταῖς οἰῶν ἀγέλαις ἐφήδεσθαι, πλείστης τε ὅσης καὶ εὐανθοῦς αὐτοῖς παρερριμμένης τῆς πόας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.