τυχεῖν διὰ συχνῆς προσευχῆς ἀφέσεως καὶ ἐπικουρίας, ὡς ἃν εἶεν, κἂν γοῦν ὀψέ ποτε καὶ μόλις, σοφοί τε καὶ εὐσθενεῖς, καὶ διαδιδράσκειν οἷοί τε τὰ συμβεβηκότα. πάθοιεν δ᾿ ἃν αὐτὸ, καὶ ὅτι μάλιστά γε, καὶ οἷς ὁ νοῦς ἐκκέκλικεν ἀμαθῶς εἴς γε τὸ χρῆναι προσέχειν τοῖς ἑτεροδοξεῖν εἰωθόσι
καὶ τὰ ὀρθὰ τῆς ᾿Εκκλησίας παραλύειν δόγματα, περὶ ὧν ἃν λέγοιτο, καὶ μάλα εἰκότως Οἱ οδόντες αὐτῶν ὀδόντες λέοντος, 3 καὶ αἱ μύλαι αὐτῶν σκύμνου· θεομισὲς γὰρ τὸ ἔθνος, κίβδηλόν τε καὶ ἁλιτήριον, καὶ τῶν ἁπλουστέρων τὸν νοῦν τοῖς δοκησισόφοις ῥήμασι κατεσθίον τε καὶ ἀναλίσκον, ὡς μηδὲν
ὀρθότητος ἐν αὐτοῖς ὁρᾶσθαι λείψανον. οὗτοι τὸν δεσποτικὸν ἀμπελῶνα καταμαραίνουσι, συκῶν ἔρημον ἀποφαίνουσι τὸν 4 κῆπον, ψιλόν τε δεικνύουσι καὶ κεχερσωμένον, “Οἷς τὸ 5 “κρῖμα οὐκ ἀργεῖ, ἀλλ’ “ἔνδικόν ἐστι” κατὰ καιρούς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.