τὸ λέγειν Τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρὶς τοὶ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη ; ἐρυσίβης γὰρ δίκην καὶ τῶν ἑτέρων κακῶν, κατασίνονταί πὼς τὰ ἐν ἡμῖν ἀγαθὰ πονηραὶ καὶ ἀκάθαρτοι δυνάμεις εἰς νοῦν ἐμπίπτουσαι,
καὶ ἀπλήστοις ὀδοῦσι δαπανᾶν εἰθισμέναι. καλὴ τοιγαροῦν 2 ἡ ἀσφάλεια· καὶ δὴ καὶ ὀνίνησιν οὐ μετρίως ἡμᾶς ὁ Παροιμιαστὴς λέγων “᾿Εὰν πνεῦμα τοῦ ἐξουσιάζοντος 3 “ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει “ἁμαρτίας μεγάλας. ἐπιτιμώμενα μὲν γὰρ ἐν ἀρχαῖς τὰ
πάθη πραύνονταί τε καὶ ἀνακόπτονται· πλατεῖαν δὲ ὥσπερ καὶ ἀνουθέτητον εἰ λάβῃ τὴν εἰς τὰ χείρω πρόοδον, ὅλης δι’ ὅλου καταδράττονται τῆς ψυχῆς, καὶ λογισμοῦ τοῦ κολάζοντος οὐκ ἀνέχεται.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.