δὲ ὅση παρ’ αὐτοῖς καὶ ἡ τῶν προσώπων ἐπεισφορὰ, σχετλιασμοί τε καὶ ἀναφωνήσεις, καὶ τῶν ἤδη παρωχηκότων ἡ μνήμη, καὶ τῶν ἐσομένων προάγγελσις. δεῖ δὴ οὖν ἕκαστα 2 σαφῶς Φιλοκρινοῦντας ὡς ἔνι, τὴν τῶν νοημάτων τάξιν καὶ τὴν τῶν προσώπων διαφορὰν ἀναγκαίως ἐπιτηρεῖν· σαφὴς
γὰρ οὕτως ἡμῖν καὶ ἀσύγχυτος, καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένος μένος ἔσται που πάντως ὁ λόγος. χρῆναι δὲ ὑπολαμβάων, προαφηγήσασθαί τινα τῶν συμβεβηκότων τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἵνα μὴ ταράττοιτο τῶν ἐντευξομένων ὁ νοῦς, ποτὲ μὲν ἀκούων Ἐφραὶμ καὶ Ἰσραὴλ καὶ μέν τοι καὶ
Σαμαρειαν, Ἰούδαν τε αὖ καὶ Βενιαμίν. πλείστη γὰρ ὅση 3 τῶν τοιούτων ὀνομάτων παρὰ τοῖς ἀγίοις προφήταις η μνήμη.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.