σύμπαν οὐδέν· ὀνήσειε δ’ ἂν ὅτι μάλιστά γε τοῖς ἀκροωμένοις. εἰ μὲν γὰρ ἀλλήλοις συμβαίνοντας ποιοῖντο τοὺς λόγους οἱ διερμηνεύειν εἰωθότες, ἀσφαλεστέρα που πάντως a 2 Α τοῖς φιλακροάμοσιν εἰσ’ κρίνεται γνῶσις· εἰ δὲ δή τι φαί- 1 νοιτο τὸ ἐφ’ ἑκάστῳ καινοπρεπὲς καὶ τὸ τῷ δεῖνι τυχὸν οὐ σφόδρα διεγνωσμένον ὀρθῶς καὶ ἀνεπιλήπτως, εἰ ἐπὶ νοῦν ἥκοι τὸν ἑτέρου, τί τὸ λυποῦν; μᾶλλον δὲ, πῶς οὐκ ἄμεινον ἀμφιλαφῆ καὶ εὐκρινεστέραν τὴν τῶν νοημάτων γίνεσθαι παράθεσιν; οὐκοῦν, κἂν εἰ πολλοὶ γεγράφασι πρὸ ἡμῶν,
2 τὰ ἐν τοῖς ἁγίοις προφήταις διερμηνεύοντες, οὐχὶ ταύτης ἕνεκεν τῆς αἰτίας σιωπήσομεν· διωσόμεθα δὲ μᾶλλον ὡς ἀδρανῆ τὸν ὄκνον, καὶ ἥνπερ ἂν καὶ ἡμῖν αὐτοῖς ἐπιδοίη 3 χάριν ὁ ἀποκαλύπτων βαθέα καὶ ἀπόκρυφα, ταύτην καὶ ετεροις φανερὰν καταστήσομεν, μεμνημένοι λέγοντος τοῦ
4 Χριστοῦ, “Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.’
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.