ἦν, ὡς ἔφην· πλὴν ἐφυλάξατο καὶ τετήρηκε τὴν πίστιν τῷ τὸν γάμον ὑπεσχημένῳ. πεπόνηκε δὲ οὐδὲ ἐπὶ οἰκείας πόλεως ἢ γῆς ἢ ἑστίας, ἀλλ’ ὢν ἐπηλύτης, καὶ διατρίβων ἐπ’ ἀλλοδαπῆς. καὶ ἦν μὲν τοιοῦτος ὁ Ἰακὼβ, ἴδωμεν δὲ καὶ τὰ τῶν ἐξ Ἰσραὴλ ἐγκλήματα. οὐκ εἰς ὀθνείαν ἐπέμπετο
γῆν· ἀλλ’ ἐν δορικτήτου μοίρᾳ κείμενος, θητεύων Αἰγυπτίοις, καὶ ἄμισθον ὑπομένων ἱδρῶτά ποτε, δυνάμει Θεοῦ τῆς τῶν πλεονεκτούντων ἀπηλλάττετο χώρας, καὶ ἐκάθιζεν εἰς γῆν 4 τὴν τοῖς πατράσιν ἐπηγγελμένην . οὐ γάμος ἦν αὐτῷ γυναίου προκείμενος εἰς ἀντέκτισιν τετηρηκότι τὸν νόμον, χορηγία
5 δὲ μᾶλλον ἀμφιλαφὴς παντὸς ἀγαθοῦ, “γῆ ῥέουσα γάλα καὶ “μέλι,” τὸ καταθλεῖν δύνασθαι τῶν ἀνθεστηκότων, δόξα καὶ πλοῦτος, καὶ τὰ ἐντεῦθεν αὐχήματα, καὶ τί γὰρ οὐχὶ τῶν εἰς εὐημερίαν καὶ τρυφήν; ἁλλ’ οὐκ ἐφυλάξατο. παραβέβηκε γὰρ, ὀλίγου παντελῶς ἀξιώσας λόγου τὴν τήρησιν. πρόδηλον
6 οὖν, ὅτι τῆς τῶν πατέρων ἐπιεικείας κατόπιν ἰόντες, καὶ τοῦτο ἀμέτρως, οὐδὲ τῆς ἐκείνοις ἐκνεμηθείσης φειδοῦς ἐν μεθέξει γενήσονται· δίκαιος γὰρ ὁ κριτής.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.