δυσσέβειαν καὶ τοῖς τὰ αἰσχρὰ συμβουλεύουσι ἐπιτιμᾶν, τοῦτό τε δρῶντας ἐν παντὶ γενέσθαι καλῷ, σεσιγήκασι, παρεδέξαντο τοὺς τῆς πλανήσεως τρόπους· οὐκ ἦν ἐν αὐτοῖς ὁ τοῖς ἐκεῖνα καινοτομοῦσιν ἀνθεστηκώς, οὐκ ἀντιτιθεὶς τὰ ἐκ νόμου, καὶ εἰς ἀνάμνησιν ἀποφέρων τῶν τεθεσπισμένων.
γέγραπται γάρ “Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν 2 “ἐμοῦ·” καὶ πάλιν “Οὐ ποιήσεις σαυτῷ εἴδωλον.” ἁλλ’ 3 ὀλίγος αὐτοῖς παντελῶς ὁ περὶ τούτων ἦν λόγος. σεσιγήζωῆς· 4 5 κάσι γὰρ, τιμῶντες τὴν ἀσέβειαν, τουτέστι τὴν οὐκοῦν τετρυγηκασι τοὺς τῆς εἰς τοῦτο λοιπὸν ἀδικίας καρποὺς, κατεδηδόκασι καρπὸν ψευδῆ, τουτέστιν, ἀθρανῆ τε καὶ ἀνόνητον ἐσχήκασι τὴν ἐλπίδα. καρπὸς μὲν γὰρ ὁ ἀληθινὸς, ὁ σώζειν τε καὶ ὠφελεῖν δυνάμενος, ἡ εἰς Θεὸν
ἀγάπη, καὶ τὰ τῆς δικαιοσύνης αὐχήματα· καρπὸς δὲ ψευδὴς, 6 ὁ τῆς δυσσεβείας νοοῖτ᾿ ἂν εἰκότως· καταίρει γὰρ πάντως εἰς τέλος τὸ ἀπευκτόν. ποῖος οὖν ὁ ψευδὴς ἄρα καρπὸς, ὁ ἐκ τῆς δυσσεβείας αὐτοῖς γεγενημένος, παρέδειξεν εὐθύς. προσεπάγει γάρ Ὃτι ἤλπισας ἐν τοῖς ἥμασί σου, ἐν πλήθει
δυνάμεώς σου, καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ παντα τὰ περιτετειχισμένα σου οἰχήσεται. δεδυσσέβηκας μὲν γὰρ οὐ μετρίως, φησὶ, ξύλοις τε καὶ λίθοις λελατρευκὼς, καὶ τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ἀτιμάσας Θεόν. εἶτα τοῦ 7 πολέμου περιηγγελμένου, βεβηκότος δὲ ἤδη καὶ αὐτῶν εἴσω
θυρῶν, οὐ τὴν παρ’ ἐμοῦ μᾶλλον ἐζήτεις ἐπικουρίαν, ἀλλὰ ταῖς ἑαυτῶν δυνάμεσι, καὶ τῷ πλήθει τῶν ἁρμάτων ἐπεθαρσήσατε, καὶ τῆς τῶν πολεμίων ἰσχύος κρατήσειν ὑπελαμβάνετε, ἀρκούσης ὑμῖν εἰς τοῦτο τῆς τῶν ψευδωνύμων θεῶν φειδοῦς καὶ ἐπικουρίας. τοῦτο ὑμῖν γενήσεται καρπὸς
ψευδὴς ἔσται γὰρ ὄλεθρος κατὰ τῶν λαῶν, πᾶσά τε λαμπρὰ 8 καὶ εὐτειχεστάτη κατασεισθήσεται πόλις. ὃ γὰρ οὐχ ἵστησι Θεὸς, πάντη τε καὶ πάντως πεσεῖται.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.