Ἐφραΐμ βεβασιλευκότας, οὕτω κἀνθάδε τοὺς ἐκ Φυλῆς Ἰούδα κατὰ καιροὺς βασιλεύοντας, ὡς ἐξ ὀνόματος τῆς βασιλευούσης κατασημαίνει φυλῆς. ἐπιτιμήσας δὴ οὖν τῷ Ἐφραΐμ, ἤτοι τοῖς ἐξ Ἐφραΐμ κρατοῦσι τοῦ Ἰσραὴλ, πνεῦμά τε αὐτὸς ὀνομάσας πονηρὸν, καὶ κενὰ καὶ μάταια πληθύνειν
εἰπὼν, διά γε τοῦ διαθήκας μὲν τίθεσθαι πρὸς Ἀσσυρίους, ἐμπορεύεσθαι δὲ καὶ ἔλαιον εἰς Αἴγυπτον, καταιτιᾶται λοιπὸν τοὺς ἐξ Ἰούδα πάλιν, κριθήσεσθαί τε πρὸς αὐτοὺς τὸν τῶν 1 ὅλων Θεὸν εὖ μάλα φησὶν, οἱονεί πὼς ἐκδικοῦντα τὸν Ἰακὼβ, φημὶ δὴ τὸν Πατριάρχην, ὡς οὐ μετρίως ἠδικημένον, διάτοι
τὸ ἆτα μὴ ἑλέσθαι φρονεῖν τοὺς ἐξ αὐτοῦ γεγονότας, μήτε μὴν τῆς πατρῴας κατόπιν ἰέναι γνώμης, ἀποσείεσθαι δὲ ὥσπερ τι τῶν ἄγαν ἐκτόπων τὸ ἀπομιμεῖσθαι θέλειν αὐτόν. οὐκοῦν ὡς ἠδικημένον εἰς δόξαν διὰ τῆς τῶν τέκνων φαυλότητος τὸν Ἰακὼβ ἐκδικήσειν ἐπαγγέλλεται, τοῖς ἠδικηκόσιν
ἀποδιδοὺς κατὰ τὰς ὁδοὺς αὐτῶν, καὶ κατὰ τὰ ἐπιτηδεύματα 2 αὐτῶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.