Θεόν, ἀσφάλειαν ποιήσομαι τὴν εἰς αὐτὸν ἐλπίδα, τὴν τοῦ σώζοντος ὑποδραμοῦμαι δεξιὰν, αὐτὸς ἀρκέσει καὶ μόνος εἰς σωτηρίαν ἐμοί· εἰκαῖον ὁμολογήσω καὶ ἄχρηστον παντελῶς τὸ προσδοκᾶν, ὅτι πολέμου τὴν γῆν καταθέοντος, εἰσελθὼν εἰς πόλιν, σωθήσομαι· οὐκοῦν οὐκ εἰσελεύσομαι εἰς 2
πόλιν· Ἐσραὴλ δὲ πάλιν, ἤγουν ὁ Ἐφραΐμ, ἀναφωνείτω ἕτερον· τὸ δέ ἐστι, τὸ Ὀπίσω κυροῦ πορεύσομαι. ἀποπεπαύσομαι, φησὶ, τῶν ἀρχαίων αἰτιαμάτων, λοιπὸν τοῖς θείοις 3 ἕψομαι νόμοις, καθηγητὴν ποιήσομαι τὸν τῶν ὅλων Θεόν. εἰ δὲ δή τις ἴοι πρὸς τὸ δοκοῦν Θεῷ, πάντως που καὶ αὐτὸν εἴσεται μόνον, αὐτῷ τε τὸ σέβας ἀνάψει, προσκυνήσει τε ἕτερον ἐπ’ αὐτῷ παντελῶς οὐδένα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.