τὴν ἀρχήν; πρὸς ταῦτα Θεὸς, καὶ μάλα εἰκότως, ἐξηγεῖται 1 τρόπον τινὰ, λέγων Νήπιος Ἰσραὴλ καὶ ἐγὼ ἠγάπησα αὐτὸν, Gen. Gen. xxv. 27. καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τοὶ τέκνα αὐτοῦ. ἀνὴρ ἄπλαστος 2 γέγονε φησιν Ἰακὼβ, ὃς μετωνομάσθη Ἰσραὴλ. ταύτῃτοι καὶ ἠγάπησα αὐτόν· ἔτι γὰρ ὄντων ἐν μήτρᾳ, “Tὸν Ἰακὼβ 3 “ἠγάπησα, φησί· τὸν δὲ Ἠσαῦ ἐμίσησα.” ἐπειδὴ τοίνυν ἠγάπηκα αὐτὸν, ταύτῃτοι καὶ ἐξειλόμην τῆς Αἰγυπτίων
πλεονεξίας τὰ τέκνα αὐτοῦ. “Ποιῶ γὰρ ἔλεος εἰς χιλιάδας 4 “τοῖς ἀγαπῶσί με. τί οὖν οἱ τετιμημένοι καὶ ἀπόλεκτοι διὰ τοὺς πατέρας, οἱ τῇ τῆς ἐλευθερίας τετιμημένοι χάριτι, 5 καὶ δουλείας καὶ πόνων ἀπηλλαγμένοι; ἆρα τετιμήκασιν; ἆρα ταῖς εὐνοίαις κατευφραίνειν ἐσπούδασαν τὸν ὑπερασπίσαντα
Θεόν; οὐδαμῶς, φησίν. ἀποδεδραμήκασι γὰρ τοῦ Δεσπότου, ἀπῴχοντο τοῦ τετιμηκότος, ὕβρισαν τὸν κεκληκότα. ἀπῴχοντο δὲ, τίνα τρόπον; ἆρα καθ’ ἕνα καὶ κατ’ ὀλίγους τοῦ φρονεῖν ὀρθῶς ἀπωλισθηκότες, καὶ ταῖς τινῶν ἀπάταις ὑποκλεπτόμενοι; οὐμενοῦν. ἀπέθορον γὰρ οὕτως,
ὥσπερ ἀμέλει καὶ κέκληνται, τουτέστι, κατὰ πληθὺν ὅλην καὶ κατὰ φυλὰς, παγγενῆ τε καὶ πανοικί. ἐξῆλθον γὰρ οὕτω 6 τῆς Αἰγυπτίων κατὰ καιρούς. μεμνήμεθα δὲ, ὅτι μόλις ἀνήσειν τὸν Ἰσραὴλ ὑπισχνουμένου τοῦ Φαραὼ, καὶ τὴν ἀπαίρουσαν αὐτοῦ πληθὺν ἀναμαθεῖν ἐθέλοντος, λέγοντός τε
σαφῶς “Τίνες καὶ τίνες εἰσὶν οἱ πορευόμενοι;” Μωυσῆς 7 ἀπεκρίνετο “Σὺν τοῖς νεανίσκοις ἡμῶν καὶ σὺν τοῖς πρεσ- “βυτέροις ἡμῶν πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ θυγατράσι, “καὶ προβάτοις καὶ βουσὶν ἡμῶν. οὐκοῦν κατὰ φυλὰς ὅλας καὶ κατὰ πληθὺν, κατὰ γένος τε καὶ οἴκους ἡ κλῆσις· 8
κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ἡ ἀπόστασις, ἧς τὸ ἀκαλλὲς ὅτι μάλιστα σημαίνει, λέγων τὸ ἀπῴχοντο ἐκ προσώπου μου. οὕς γὰρ ἂν ἕλοιτο μισεῖν ὁ τῶν ὅλων Δεσπότης, οὐδ’ ἂν ἐπισκέψαιτο, κατ’ ἐκεῖνό φημι τὸ ἐν ψαλμοῖς ὑμνούμενον 9 Επίβλεψον επ ἐμὲ καὶ ἐλέησόν με. γέγραπται γὰρ, ὅτι
“Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους·” καὶ αὐτὸς δέ που φησίν 10 11 12 “Καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἁλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ “ἡσύχιον, καὶ τρέμοντα τοὺς λόγους μου;”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.