δαμάλεις αἱ χρυσαῖ, ἐν δέ γε τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς, τὰ τῶν περιοίκων ἐθνῶν σεβάσματα, ὁ Βάαλ, ὁ Βεελφεγὼρ, ἡ Ἀστάρτη καὶ ὁ Χαμώς. ὅτι τοίνυν οὐχὶ μόνοι κατασεισθήσονται τοῦ ὢν οἱ βωμοὶ, τουτέστι, τοῦ Ἄπιδος, ἤτοι τῶν δαμάλεων, ἀλλὰ γὰρ πάντη τε καὶ πάντως καὶ τὰ ἐν
βουνοῖς καὶ ὄρεσι τεμένη πεσοῦνται, διὰ τούτων ὑποδηλοῖ. περιεστήξει γὰρ εἰς τοῦτο αὐτοῖς ἀθλιότητός τε καὶ δειμάτων τὰ πράγματα, ὡς ὑπ’ αὐτοῖς γενέσθαι τοῖς ὄρεσι καὶ βουνοῖς 2 ἑλέσθαι μᾶλλον, ἢ ζῶντας ἰδεῖν ἃ παθεῖν ἦν ἀνάγκη καὶ οὐχ ἑκόντας αὐτούς. ἰστέον δὲ, ὅτι καὶ αὐτὸς ὁ Χριστὸς ἀπαγγέλλων
Ἰουδαίοις τὰς ἐπενεχθησομένας αὐτοῖς συμφορὰς διά γε τὰ εἰς αὐτὸν τολμήματα, τοῖς ἴσοις ἐχρήσατο λόγοις. “τότε γὰρ ἐρεῖτε, φησὶ, τοῖς ὄρεσι καλύψατε ἡμᾶς, καὶ 3 “τοῖς βουνοῖς Πέσατε ἐφ’ ἡμᾶς.” τὰ γὰρ εἰς λῆξιν ἥκοντα τῶν κακῶν, καὶ τῶν δεινῶν αἱ ὑπερβολαὶ, καίτοι πικρὸν
ὄντα τὸν θάνατον, τριπόθητον ἔσθ’ ὅτε δεικνύουσι τοῖς πολλοῖς. αὐτοῖς δὴ οὖν ἄρα τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς, ἐν c οἷς αἱ ψευδολατρείαι, καὶ τῆς κατὰ Θεοῦ δυσσεβείας τετόλμηται τὰ ἐγκλήματα, μονονουχὶ καὶ ἐροῦσί φησι Πεσατε εφ ἡμᾶς, καὶ φθάσατε τοῦ Βαβυλωνίου ξίφους τὴν ἀγριότητα,
καὶ τῆς εἰς αἰχμαλωσίαν ἀπαγωγῆς τὴν ἀκλεᾶ καὶ δύσοιστον ἀθλιότητα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.