ἀποδρομαῖς ἀνοσίως περιυβρίσαντες, πῶς ἃν ἐγένοντο γνήσιοι περὶ πολλούς τε καὶ ψευδωνύμους καὶ λίθων πεποιημένους 1 ἢ ξύλων θεούς; ἀπεῤῥίφθαι δὴ οὖν φησὶ παρὰ τῶν ἐν Σαμαρείᾳ τὸν μόσχον, τὸν ἐν δόξη τῆ παρ’ αὐτοῖς Θεοῦ τε καὶ βασιλέως· ἀπεῤῥίφθαι δὲ οὕτως, ὡσανεὶ καὶ κάρφος
ταῖς τῶν ὑδάτων δίναις ἐμπεπτωκὸς, ἀποφέροιτο λοιπὸν πρὸς τὸ τοῖς διωθοῦσι δοκοῦν. ὅτι δὲ αὐτοῖς τοῖς σεβάσμασι τὰ τεμένη συνοιχήσεται, βωμοί τε λυθήσονται, καὶ ἀκάνθης ἔσονται τόποι, καταδῃωθείσης αὐτοῖς ἁπάσης τῆς χώρας, πῶς ἦν ἀμφίβολον; ἁμαρτήματα δὲ τοῦ Ἰσραὴλ τοὺς βωμοὺς ἀποκαλεῖ, καὶ μάλα εἰκότως, οἷον ὑπόμνημα τῆς εἰς 2 Θεὸν δυσσεβείας αὐτῶν ἀνοσίως ἐγηγερμένους· ὢν δὲ πάλιν, τὸν Ἄπιν ὠνόμασεν, ἤτοι τὰς δαμάλεις τὰς ἐν Βαιθήλ τε καὶ Δὰν, ὧν εἰς δόξαν καὶ οἱ βωμοί. οὐκοῦν, ὃ μὴ ἵστησι Θεὸς, τοῦτο πάντη τε καὶ πάντως λυθήσεται. καί τι τοιοῦτον
ὑποδηλοῦν ὑπολαμβάνω τὸ δι’ ἑτέρου προφήτου σαφῶς 3 εἰρημένον “Αὐτοὶ οἰκοδομήσουσι καὶ ἐγὼ καταστρέψω.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.