τοίνυν φησί· δῆλον δὲ ὅτι παρ’ αὐτοῦ τοῦ Θεοῦ· καθάπερ τις ἄγρωστις ἐπ’ ἀγροῦ χέρσον ἀνατελεῖ τῷ μόσχῳ τού οἴκου ὤν. ὅμοιον ὡς εἰ λέγοι ψῆφος ὀλέθρου καὶ νεῦμα κολάζον ἔσται παρ’ ἐμοῦ, καταδράξεται δὲ ὡς ἄγρωστις τοῦ μόσχου, ἤτοι τῶν σεβασμάτων τοῦ ὄντος ναοῦ κατὰ τὴν Βαιθήλ.
σημαίνει γὰρ τοῦτο ὁ οἶκος τοῦ ὤν. ἐκδεδώκασι μὲν γὰρ οἱ ἕτεροι πάλιν ἑρμηνευταὶ τοῦ μόσχου τοῦ οἴκου Βαιθήλ· οἱ 2 δέ γε ἑβδομήκοντα ἀντὶ τοῦ οἴκου Βαιθὴλ, οἴκου ὢν εἰρήκασι. καὶ τὴν αἰτίαν ἤδη προείπομεν ἐν τοῖς ἀνωτέρω, πλὴν οὐδὲν ὀκνοῦντες ὑπομνήσομεν. σελήνης μὲν γὰρ τέκνον, ἔκγονον
δὲ ἡλίου τὸν Ἄπιν Αἰγύπτιοι μυθοπλαστοῦντες ἔλεγον. ὢν δέ ἐστι κατ’ αὐτοὺς ὁ ἥλιος. εἰς τύπον δὲ τοῦ παρ’ Αἰγυπτίοις τίοις Ἄπιδος ἡ δάμαλις ἦν, ἢν ἐποίησεν Ἱεροβοάμ. οὐκοῦν, ὡς ἄηρωστις καταδραττομένη, φησὶ, καὶ νικῶσα πᾶν ὅσον 3 ἐστὶ παρακείμενον, κρῖμα γενήσεται παρ’ ἐμοῦ, τῷ μόσχῳ τοῦ οἰκοῦ ὢν, ἤτοι Βαιθήλ. παναλκὲς γὰρ τὸ θεῖον ἀεὶ, καὶ τοῖς 4 αὐτοῦ νεύμασιν οὐδὲν ἔσται τὸ ἀντιστατοῦν. “ Τὴν γὰρ 5 "χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει ;” κατὰ τὸ
γεγραμμένον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.