καὶ ὀξείᾳ φέρεται πτήσει πρὸς τὸ αὐτοῖς σύνηθες ἐνδιαίτημα. οὐκοῦν τεθήρευτο μὲν τρόπον τινὰ διὰ Μωυσέως ὀρνέου δίκην ὁ Ἰσραὴλ, καὶ προσκεκόμιστο τῷ Θεῷ, καὶ ἦν ἐν καλῷ τῆς εὐημερίας, νόμῳ παιδαγωγοῦ μένος καὶ φροντίδος ἀπολαύων καὶ φειδοῦς τῆς ἄνωθεν. ἀπέπτη δὲ πάλιν ἐφ’ ὅπερ ἦν ἐν
ἀρχαῖς, μονονουχὶ τὴν τοῦ λαβόντος χεῖρα διεκφυγών. ἢ καὶ καθ’ ἕτερον τρόπον συνήσεις τὸ εἰρημένον. πολλὰ τῶν ὀρνέων τοὺς ἐπιχωρίους χειμῶνας οὐ φέροντα, πρὸς ἑτέρας d μεθίστανται χώρας, ἀδιδάκτως ἔχοντα τὴν τοῦ συμφέροντος γνῶσιν, κατὰ τὸ δοκοῦν τῶ πεποιηκότι. ἀλλ’ ἐν ἴσῳ τρόπῳ
καὶ ὁ Ἐφραΐμ τὰς ἐκ τοῦ πολέμου δεδιὼς συμφορὰς ἀπέπτη πρὸς Αἰγυπτίους.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.