στάσεως, ὡς σταφυλην τε καὶ σῦκον ἠγαπηκότα πρώιμον, διασώσομεν ἀρραγῆ τὴν πρὸς αὐτὸν ἕνωσιν, δῆλον δὲ ὅτι 1 τὴν πνευματικήν. εἰ δὲ δὴ γένοιτό τις ἀπόνευσις εἰς τὸ ἀκαλλὲς, καὶ εἰς τὸ λυποῦν αὐτὸν, οὐδὲν ἔτι διοίσομεν τῶν ἐθνῶν. ἐσόμεθα γὰρ οἱ ἠγόιπημένοι ὡς οἱ ἐβδελυγμένοι οἳ
2 καὶ εὐλόγως μεμίσηνται. “ Δικαιοσύνη γὰρ, φησὶ, δικαίου “ οὐ μὴ ἐξέληται αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ ἁμάρτῃ.’’ καὶ 3 σφόδρα σοφῶς ὁ μακάριος γράφει Παῦλος “ Ὥστε ὁ “ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.’’
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.