5 “ κατέφαγέ με, ἐμερίσατό με, κατέλαβέ με σκότος 2 “ λεπτὸν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατέπιέ με 3 “ δράκων, ἔπλησε τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου.” Ἀληθὲς δὲ καὶ ἑτέρως, ὡς καταρροφεῖ τρόπον τινὰ τοὺς τῆς εἰς Θεὸν ἀγάπης ἐκπίπτοντας, καὶ ἰδίαν ποιεῖται τροφὴν
ὁ πολυκέφαλος δράκων, ὃν καὶ ἡ τοῦ ψάλλοντος φωνὴ βρῶμα δεδόσθαι φησὶ λαοῖς τοῖς Αἰθίοψι. “ Σὺ γάρ φησι, συν- 4 “ ἔθλασας τὴν κεφαλὴν τοῦ δράκοντος· ἔδωκας αὐτὸν “ βρῶμα λαοῖς τοῖς Αἰθίοψιν. οἱ γὰρ μελάντατον ἔχοντες ἐν γε δή σφισιν αὐτοῖς καὶ ἀφεγγῆ τὸν νοῦν, Αἰθίοπες 5 6 εἰκότως καὶ νοοῖντ’ ἂν καὶ λέγοιντο πρός τε ἡμῶν αὐτῶν, καὶ παρὰ Θεοῦ. οὗτοι τρέφουσι τὸν πολυκέφαλον δράκοντα, καὶ αὐτοὶ δὲ αὐτὸν σιτοῦνται πάλιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.