τὴν ἀβουλίαν· πεπλάνηντο γὰρ ὁμολογουμένως· ἔθος ἦν ἀρχομένοις τῆς γεωπονίας καὶ ἀροῦν μέλλουσι τὴν γῆν, θυσίας ἐπιτελεῖν τοῖς δαίμοσι, καὶ παρ’ αὐτῶν αἰτεῖν τὰς τῶν ἀγρῶν εὐκαρπίας· ἀμῶντες δὲ πάλιν, καιροῦ καλοῦντος εἰς τοῦτο, καὶ μὴν καὶ ληνοῖς ἐντιθέντες τὸν βότρυν, ἔσπενδον, ἔθυον
ταῖς ὥραις, ἦδον τὰς ἐπιληνίους ᾠδὰς, ἀναφέροντες τὰ χαριστήρια, 1 χαίροντές τε καὶ εὐφραινόμενοι διετέλουν. τοῦτο δρῶντας τοὺς ἐξ Ἰσραὴλ ἐπαιτιᾶται Θεός. μὴ γὰρ δὴ χρῆναι χαίρειν αὐτὸν διισχυρίζεται σαφῶς, καθὰ καὶ τὰ λοιπὰ τῶν ἐθνῶν. διὰ ποίαν αἰτίαν ; οἱ μὲν γὰρ ἠγνοηκότες
παντελῶς τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, γεννηθέντες δὲ μᾶλλον ἐν πλάνῃ, τάχα που τῆς ἀρρωστίας ἤγουν ἀμαθίας οὐκ ἀπίθανον ἔχουσι λόγον· ὁ ’δε γε Ἰσραὴλ, καίτοι νόμῳ παιδαγωγούμενος, καὶ τὸν τῶν ὅλων Δεσπότην ἐπεγνωκὼς, πεπόρνευκεν εἰς ἀπόστασιν. οὐκοῦν νοοῖτ’ ἃν
εἰκότως καὶ ἐν αἰτίᾳ γεγονὼς τῆ φορτικωτέρᾳ, καὶ δυσδιἁφυκτον 2 ἔχων τῆς δυσσεβείας τὸ ἔγκλημα· εἰδὼς γὰρ τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, κατημέλησεν, οὐ πεποίηκε. δαρήμηδ’ 3 σεται δὴ οὖν πολλάς· τοῦ μὴ εἰδότος, εἶτα μὴ δεδρακότος, ὀλίγας δαρησομένου, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.