τὰς ἀνομίας αὐτῶν. καὶ ἦν ἐν ἀρχαῖς τὸ συμβήσεσθαι προσδοκώμενον, καταπτοοῦντος ἤδη τὸν Ίσραὴλ τοῦ πολέμου, καὶ μονονουχὶ τῆ χώρᾳ προσβάλλοντος. εἶτα, δέον 1 αὐτοὺς λιταῖς τε καὶ μεταγνώσεσιν ἐκμειλίσσεσθαι Θεὸν, καὶ μεταπαιδεύεσθαι μὲν τὸ δοκοῦν αὐτῷ, ταῖς δὲ εἰς τὸ
ἄμεινον ἀναδρομαῖς ἐκδυσωπεῖν τὴν ὀργὴν, ὡς ἐπί τι τῶν ἄγαν χρησίμων, ἐξελέσθαι τε δυναμένων αὐτοὺς, ἀπέστρεψαν εἰς Αἴγυπτον, καλοῦντες εἰς ἐπικουρίαν “Αἰγύπτιον Αἰγύπτιον ἄνθρωπον 2 “ καὶ οὐ Θεόν, ἵππων σάρκας,’’ κατὰ τὸ γεγραμμένον. ἀλλ’ “ Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας 3
“ οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. ψευδὴς ἵππος εἰς 4 “ σωτηρίαν. ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ’ “ ἄνθρωπον. ἀγαθὸν τὸ ἐλπίζειν ἐπὶ κύριον ἢ ἐλπίζειν ἐπ’ “ ἄρχοντας.’’ ὅτι δὲ εἰς οὐδὲν αὐτοῖς τῶν ἀναγκαίων τὰ τῆς τοιᾶσδέ φησιν εἰκαιοβουλίας ἐκβέβηκεν, ἐξ αὐτῆς εἴσονται
τῆς πείρας· ἀποκομισθέντες γὰρ εἰς Ἀσσυρίους καὶ Μήδους, ἐκεῖ ἀκάθαρτα θάηονται, τουτέστι, διαβιώσονται τῆς εἰς τὸν νόμον αἰδοῦς ἀποβαλόντες τὸ λείψανον, καὶ ἀφυλάκτως ἐσθίοντες τὸ παρατυχόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.