1 ἐπάρατον Ἱεροβοὰμ, καὶ “ἀνεκαύθησαν ὡς πυρὸς φέγγος.” ἀρ’ οὖν μέχρι τῶν ἐκείνῳ τετολμημένων τὰ τῆς δυσσεβείας 2 προβέβηκεν; οὐδαμῶς, φησίν· ἐθερμάνθησαν γὰρ πάντες, καὶ οἱ 3 μετ’ ἐκεῖνον ἔτι, καὶ τῆς τοιαύτης θερμασίας τὸ ὀλέθριον πῦρ πάντας μὲν αὐτῶν δεδαπάνηκε τοὺς κριτάς· ἀνεῖλε δὲ καὶ πάντας τοὺς καθεξῆς μετ’ ἐκεῖνον βεβασιλευκότας. οὐ γὰρ ἦν ἐν αὐτοῖς ὁ προσκυνεῖν ἐθέλων ἐμὲ, καὶ τὸν τῶν ὅλων
Θεὸν ἐκλιπαρεῖν ἀξιῶν, καὶ τῆς ἀληθοῦς θεογνωσίας ἔχων ἐφ’ ἑαυτῷ τὰ αὐχήματα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.