προσήκαντο δὲ ἀσμένως τὴν σκέψιν αὐτοὶ, καὶ ὁμοῦ τοῖς ἄρχουσιν ἐπεκρότουν, ὡς ὀρθὰ καὶ συμφέροντα φρονεῖν τε καὶ δρᾶν ᾐρημένοι, ἀπέστη δειμάτων, ἀποκεχώρηκεν ὑποψίας, εὔθυμός τε διετέλει λοιπὸν, καὶ τρυφῆς ἦν πλέως. οὐκοῦν ἐν τῷ καταῤῥάσσειν αὐτοὺς, τουτέστι, κατ’ ἐκεῖνο καιροῦ, ὅτε
κατέπιπτον εἰς ὄλεθρον καὶ ἀπώλειαν, συγκατανεύοντές τε καὶ συναινοῦντες αὐτῷ, καὶ τῆς εἰς Θεὸν ἀγάπης τιμῶντες 4 τὴν παράβασιν, τότε φησὶν, ὁ Ἐφραΐμ, τουτέστιν ὁ ἐκ φυλῆς Ἐφραΐμ Ἱεροβοὰμ, ὅλην ἐκοιμήθη τὴν νύκτα. ὅμοιον ὡς εἰ λέγοι, καίτοι πάλαι διεγρηγορὼς ἐκ δειμάτων καὶ ὑποψίας,
ἄφροντις ἦν, ἐτρύφα λοιπὸν, καὶ ἐν μαλακαῖς ἦν εὐναῖς ὅλην τὴν νύκτα κοιμώμενος. ἐπειδὴ δὲ πρωὶ γέγονε, θερμότερος ἦν τῶν ἄλλων. ἀνεκαύθη γὰρ ὡς πῦρ φέγγος, καὶ τοῖς ὄχλοις συνεθερμαίνετο, οὐδ’ ὅσον εἰπεῖν μελλησμοῦ τὴν ὑπόθεσιν ἀξιῶν, ἀλλ’ εἰς πέρας ἄγων, καὶ μάλα προθύμως,
5 τῶν ἀνοσίων ἐγχειρημάτων τὴν ἀνάδειξιν. 6 Πάντες ἐθερμάνθησαν, ὡς κλίβανος οἱ καρδίαι αὐτῶν, καὶ κατέφαγεν τοὺς κριτὰς αὐτῶν· πάντες οἱ βασιλεὶς αὐτῶι ἔπεσον, οὐκ ἦν ὁ ἐπικαλούμεονς ἑ αὐτοῖς πρός με.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.