ἡ καταπιαίνουσα δρόσος· ἑωθινὴ δὲ, ὅτι μετὰ νύκτα τρόπον 1 τινὰ, τὴν ὡς ἐν ἀχλύι καὶ σκότῳ νοουμένην διαβολικῷ, καταπεφοίτηκεν οὐρανόθεν· ἀφῖκται γὰρ ἄνωθεν καὶ παρὰ Πατρὸς πρὸς ἡμᾶς ὁ Λόγος· πορευομένη δὲ, ὅτι κατὰ πάσης ἔρχεται τῆς ὑπ’ οὐρανόν. πλατὺ γὰρ λίαν τὸ σωτήριον κήρυγμα,
καὶ ἁπάσης τῆς ὑπ’ οὐρανὸν μονονουχὶ κατευρύνεται, καίτοι τοῦ νόμου συνεσταλμένου τρόπον τινὰ, καὶ μόνην τὴν Ἰουδαίων περιπολοῦντος χώραν. “Γνωστὸς μὲν γὰρ ἦν 2 “ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· c 3 ἔγνωκε δὲ ἡ σύμπασα τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν, τουτέστι Χριστόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.