κατόρθωσιν τῶν ὠφελεῖν πεφυκότων τοὺς τοῖς διαβολικοῖς ἐναλόντας βρόχοις· ἐπαιτιᾶται δὲ μᾶλλον ὡς ἐλλελοιπότος μὲν αὐτοῖς τῶν πρὸς θεραπείαν οὐδενὸς, ἐθελουσίοις δὲ μᾶλλον ἐκκεκλικότας ὁρμαῖς ἐπὶ τὸ δρᾶν ἃ μὴ θέμις. ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοι τυχόν· Ποῖος ἄρα φειδοῦς καὶ ἐπικουρίας οὐκ
ἐξηύρηται τρόπος; καὶ τί μετ’ ἐκεῖνα ποιήσω; ἀποκρούσῃ δὲ ὅπως τὴν ἀρρωστίαν; ἢ ποίοις λοιπὸν ὑγιασθήσῃ φαρμάκοις; 2 ἐξῆν μὲν γὰρ ὑμῖν, ὡς νεφέλης καταπιαινούσης, καὶ σφόδρα πλουσίως, καὶ ὡς καταρδούσης δρόσου τῆς ἑωθινοῦ, μεταλαχεῖν δύνασθαι, καὶ τοῦτο ἀμφιλαφῶς, τῆς ἐμῆς ἡμερότητος
καὶ ἀσυγκρίτου φιλανθρωπίας· ἀλλ’ οὐδενὸς τὸ χρῆμά φησιν, ἠξιώσατε λόγου· παρ’ οὐδὲν πεποίησθε τὴν οὕτω σεπτὴν καὶ πολύευκτον χάριν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.