ἐπὶ λέοντος, ἤγουν ἑτέρου θηρίου φασὶ τὸ Αὐτὸς ἥρπασε καὶ ἰάσεται ἡμᾶς. ἐπειδὴ γὰρ ἔφασκε, “Καὶ ἐγὼ 1 “ ἔσομαι ὡς πάνθηρ τῷ Ἐφρΐμ, καὶ ὡς λεών τῷ οἴκῳ “Ἰούδα, καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήψομαι, “καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος,” τετηρήκασι τῆς μεταφορᾶς
τὸ σχῆμα, καί φασιν, ὅτι θεραπεύσει πάντως ὁ ἀρπάσας. ὥσπερ γὰρ λελύπηκεν ἡ ὀργὴ, κατευφραίνει που πάντως τοὺς πεπονθότας καὶ τὰ ἐκ τῆς ἡμερότητος ἀγαθά. ὁμοῦ δὲ 2 κἀκεῖνο συνήσομεν, ὅτι Θεοῦ κακοῦντός τινας, ὀνήσειεν ἂν οὐδείς. δέοιτο δ᾿ ἂν τὰ τῶν πεπονθότων αὐτοῦ τε καὶ μόνου
πρὸς ἐπανόρθωσιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.