1 προσήκει λοιπὸν ἐπιστρέφειν πρὸς Κῦρον. ἀνάνηψις δὲ αὕτη τῶν εἰς ἀπάτην ὠλισθηκότων, καὶ ταῖς τῶν εἰδώλων λατρείαις 2 ἐνειλημμένων. νήψεως γὰρ ἤδη καρπὸς, τὸ ἀχλύος μὲν ἔξω γενέσθαι ζητεῖν, τῆς δαιμονιώδους δηλονότι· φωτὶ δὲ ὥσπερ τῷ θείῳ λοιπὸν ἐκμεμεστωμένους, ὀρθῷ διάττειν σκοπῷ πρὸς ἐπίγνωσιν τοῦ φύσει τε καὶ ἀληθῶς Θεοῦ καὶ δεσπότου, καίτον
πάλαι διακειμένους, ὅτι καὶ “θεοὶ πολλοὶ καὶ κύριοι” κατὰ 3 τὸν κόσμον εἰσὶν, ὡς εἰς τοῦτο καθικέσθαι δυσβουλίας, ὥστε καὶ “τῷ ξύλῳ λέγειν Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ Σὺ 4 ἐγέννησας με.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.