γὰρ οὕτως ὁ διὰ Μωυςέως νόμος. οὕτως οὖν 6 ἔσται φησὶν ὁ λαός μου. καίτοι γὰρ ὑπάρχων ἱερὸς διὰ 7 τοὺς πατέρας, καὶ τοῦ θύειν ἠξιωμένος, ἔξω τῆς ἁγίας καθεδεῖται σκηνῆς, ἔξω λειτουργίας καὶ ἱερῶν. οὐ γὰρ προσοίσει θυςίας, οὔτε μὴν ὀσμὴν εὐωδίας ἀνοίσει τῷ Θεῷ· κατηῤῥώστησε
γὰρ οὐκέτι μετρίως τὴν εἰς νοῦν ἐπήρειαν, καὶ καταλελώβηται τὴν καρδίαν, γέγονέ τε δικαίως ἀπόπεμπτος ἤδη, καὶ ἀπηχθημένος. ὅτι δὲ τοῖς ἐξ Ἰσραὴλ συμβήσεται καὶ τὸ σιγῆσαι προφήτας, διαμεμήνυκεν εἰπών Καὶ ἀσθενήσει καὶ προφήτης μετὰ σοῦ, κατ᾿ ἐκεῖνό που πάντως
8 τως τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν μακάριον Ἰεζεκιήλ· 9 “Καὶ τὴν γλῶσσάν σου συνδήσω, καὶ ἀποκωφωθήσῃ, καὶ “οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα εὐθύνοντα, ἤγουν ἐλέγχοντα, ὅτι “οἶκος παραπικραίνων ἐστί.” ταῦτα δὲ πάντα συμβήσεται διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, καὶ τὰ εἰς προφήτας ἐγκλήματα.
πλὴν οὐκ εἰς ἄπαν ἀσθενήσειν τὸν Ἰσραὴλ, ἀλλ᾿ εἰς ἡμέρας Φγςί· τετήρηται γὰρ αὐτῷ σωτηρίας καὶ ἐπιστροφῆς τῆς ὡς ἐν πίστει καιρός.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.