2 δὲ μᾶλλον ἀρὰ αψεῦδος, καὶ τετίμηται κλοπὴ, καὶ αἵματα ἐφ'αἴμασι μίσγουσιν. ἀπεκτονότες γὰρ τοὺς προφήτας, ὡς ἔφηςν, καὶ αὐτὸν ἀπετόνασι τὸν Ἰησοῦν. καταπενθησει λοιπὸν ἡ γῆ τοῖς κατοίκοις ὁμοῦ ταῖς 'Ρωμαίων ἐμπιπραμένη χερσίν. ἔσται δὲ ταῦτα΄φησιν, ἵνα, μήτε δικάζηται,
μήτε ἐλέγχη μηδεις. ὅπερ ἐστὶν ἐναργῶς ἐπαιτιωμένου τοὺς Ἰοδαίους, ὡς δικασαμένους ἀνοσίως καὶ κατελέγξαντας 3 ἤτοι ψευδομαρτυρήσαντας τοῦ Χριστοῦ. οἱ μὲν γὰρ ἡμούμενοι 4 προσῆγν Πιλάτῳ δικαξόμενοί τε καὶ κατηγοροῦντε αὐτοῦ. προσῆγον Πιλάτῳ δικαζόμενοί τε καὶ κατηγοροῦντες αὐτοῦ. παρελθόντες δέ τινες κατεμαρτύρουν, μόνον δὲ οὐχὶ καὶ
ἐλέχειν ἀπετόλων. ψευδοεποῦντες οἱ δείλαιοι, ποτὲ μὲν, 5 ὅτι διαστρέφει τὸν λαόν· ποτὲ δὲ, ὅτι τούτου λέγοντος 6 ἀκηκόαμεν, ὡς ἐν τριςὶν ἡμέραις καταλύσει τὸν ναὸν τοῦ Φεοῦ, καὶ ἐγερεῖ πάλιν αὐτόν. ἀναιρεθήσεται τόίνυν φηςὶ δίκη, καὶ ἔλεγχος ἤτοι καταμαρτυρία, καὶ ψῆφος οὐκ ἀληθής· 5 οὐκ ὄντος βασιλέως, οὐδὲ ἄρχοντος τοῦ δικάζειν εὶωθότος. 7 ταύτῃτοι, καθάπερ ἐγῷμαι, καὶ ὁ προφητικὸς ἡμῖν λόγος τοῖς ἀβασιλεύτοις τῶν ζώων τοὺς τῶν Ἰουδαίων παρεικάζει λαοὺς, θηρςὶ δὴ λέγω καὶ ἑρπετοῖς καὶ πετεινοῖς καὶ ιχθύσιν. οὕτω καὶ ὁ μακάριος προφήτης Ἀμβακοὺμ ἔφη που πρὸς 10 τὸν τῶν ὅλων Φεόν “Εὶς τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας; 8 “παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; καὶ “ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ “ὡς τὰ ἑρπετὰ οὐκ ἔχοντα ἡγούμενον.”.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.