4 ὅτι “Ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγίνετο ἱερεὺς τῶν ὑψηλῶν. ἕρπει δὴ οὑν εἰκότως ὁ λόγος ἐπ’ αὐτούς τε τοὺς ἱερουργοὺς, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, συμπεριειλημμένου ταῖς αἰτίαις καὶ αὐτοῦ τοῦ Ἰσραήλ. μὲν γὰρ τὰ πρὸς σύστασιν τῆς εἰδωλολατρείας ἔφασκόν τε
καὶ ἔδρων, βωμοὺς ἀνιστάντες, σπονδὰς καὶ θυσίας προσάγοντες, 5 καὶ τὴν τῆς ἀπωλείας τοῖς ἀπατωμένοις κατευρύνοντες τρίβον· εὑρεταὶ δὲ τῆς πλάνης οἱ βασιλεῖς. τοιγάρτοι φησὶ πρὸς αὐτοὺς, ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ. σκοπιὰν δὲ λέγει τὴν ὑπό τε τῶν ἱερέων, εἴπερ ἦσαν ὄντως ἱερεῖς, καὶ
ὑπ’ αὐτῶν δὲ τῶν ἡγουμένων ἐπισκοπουμένην πληθύν· ἐφορῶσι γὰρ αὐτοὶ τὸ ὑπήκοον· ἢ καὶ ἀφορῶνται παρὰ τῶν ὑπὸ χεῖρα, καὶ ὅποιπερ ἃν τοῖς κρατοῦσι δόξειε, παρατρέπουσι τὸ 6 ὑπήκοον· ἕπεται δὲ τοῖς τῶν ἡγουμένων θελήμασι τὸ ὐπεζευγμένον. γεγόνατε τοίνυν, φησὶν, ὡς παγὶς τῆ ὑφ’ ὑμῶν
ἐπισκοπουμένη πληθύι, ἤτοι τῇ εἰς ὑμᾶς ἀφορώσῃ τυχόν. γεγόνατε δὲ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον. ὄρος δὲ τοῦτο περιφανέστατον ἐν τῆ Γαλιλαίᾳ κείμενον, πλείστην τε ὅσην καὶ ἀμφιλαφῆ τὴν ἄγραν ἔχον θηρίων τε καὶ πτηνῶν, διὰ τὸ ἦρθαι τε ὑψοῦ, καὶ καταδασύνεσθαι
σφόδρα δρυμοῖς τε καὶ λόχμαις.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.