καὶ τὸ θεῖον ἔχοντες θυσιαστήριον· συνειστήκει γὰρ ὁ ναός· τὰ Μωυσέως ἐντάλματα τηρεῖν ἔφασκον, καὶ τὴν διὰ τοῦ νόμου σύνεσιν ἔχειν. ἀλλὰ καὶ αὐτοὶ λελατρεύκασι “ τῇ “Ἀστάρτῃ προσοχθίσματι Σιδωνίων. ” Ἀστάρτην δὲ εἶναί 1 φασι τὴν παρ’ Ἕλλησιν οὐκ οἶδ’ ὅπως ὀνομαζομένην 2
Ἀφροδίτην. ἔστηκε δὲ τὸ ἄγαλμα γυμνὸν, καὶ ὡς ἐν εἴδει πόρνης, ἀσχημόνως ἀπογυμνοῦν τοῖς ἁπάντων ὀφθαλμοῖς καὶ τὰ ἄποπτα τοῦ σώματος μέρη. οὐκοῦν οὐ μόνος, φησὶν, ὁ Ἰσραὴλ, καίτοι πλείστην ὅσην ἀβουλίαν νενοσηκὼς, “συνανεφύρετο πόρναις, καὶ μετὰ τῶν τετελεσμένων ἔθυεν·” 3 ἀλλὰ καὶ αὐτὸς ὀ λαὸς ὁ συνιῶν, τουτέστιν, ὁ τὴν ἐκ νόμου σύνεσιν ἔτι σώζειν ὑποκρινόμενος συνανεπλέκετο πόρνῃ. Προσκεκυνήκασι 4 γὰρ, ὡς ἔφην, τῇ Ἀστάρτῃ. Σολομῶν γὰρ αὐτῇ 5 τέμενος ἀνεδείματο, μαχλώσῃ τε καὶ ἁλλοφύλῳ γυναικὶ τὰ Κεχαρισμένα πληρῶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.