ἀνγκαῖα· τοιγάρτοι φησί καὶ ὁ θεσπέσιος Παῦλος τοῖς 1 εἰς εὐδόκιμον κεκλημένοις ζωήν· “Εἰ παιδείαν ὑπομένετε, ὡς “υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. τίς γάρ ἐστιν υἱὸς, ὃν οὐδεμιᾶς “παιδεύει πατήρ;” ὁ δέ γε σοφώτατος παροιμιαστὴς διαμαρτύρεται 2 καὶ φησιν, “Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει·
“μαστιγοῖ δὲ παάντα υἱὸν, ὃν παραδέχεται.” οὐκοῦν οὓς παιδεύει, καὶ ἐποπτείας ἀξιοῖ, ὡς ἀγαθοὺς πάντως καὶ ἠγαπημένους· ἐφορᾷ δὲ οὐδαμῶς τοὺς σφόδρα προσκεκρουκότας 3 αὐτῷ, μονονυχὶ λέγων, “Οὐκ οἶδα ὑμᾶς” “Ὀφ- “θαλμοῖ γὰρ Κυρίου ἐπὶ δικαίους, ” καθὰ γέγραπται. οὐκοῦν
κἂν πλημμελῶσι, φησὶν, οὐκ ἐπισκέψομαι, τουτέστιν, οὐδαμῶς φροντιῶ, οὐκ ἐπιστρέψω πρὸς ἐμαυτὸν, οὐηδενὸς ἀξίους ἡγἠσομαι. διὰ ποίαν αἰτίαν;καὶ γὰρ ὑμεῖς αὐτοί φησιν, οἱ 4 ἐν τάξει πατέρων, τοσοῦτον ἀφεστήκατε τοῦ θέλειν ἐπιτιμᾶν ἑαυτοῖς τε καὶ τοῖς ἐξ ὑμῶν, κἂν εἰ τῆς ἐσχάτης μεταποιοῖντο
5 φαυλότητος, ὡς συναναφύρεσθαι πόρναις. συντεθύκατε γὰρτοῖς τετελεσμένοις.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.