γὰρ ἀπῴχοντό φησι καὶ αὐτοὶ τοῦ Κυρίου, καὶ συναπώλισθον τοῖς παιδευομένοις οἱ παιδευταὶ, τοῖς ὑπὸ χεῖρα καὶ ἐξουσίαν οἱ καθηγεῖσθαι λαχόντες, ταύτῃτοι δικαίως ὑπὸ 1 θείαν ἔσονται μήνισιν, καὶ κίκας ὑφέξουσι τῶν ἀκαταλήκτως διεπταισμένων. τετηρήκασι γὰρ πορνείαν, τουτέστι, σώζεσθαι
παρεσκεύασαν τοῖς ὑπὸ χεῖρα τὴν πλάνησιν, καίτοι μᾶλλον αὐτὴν ἐκ μέσου διαῤῥίπτειν καὶ ἀφανίζειν ὀφείλοντες. διδασκάλων γὰρ νῆψις, τὸ λαοὺς ἀδικοῦν ἐκ μέσου ποιεῖσθαι διὰ σπουδῆς, καὶ τὸ τῷ θεῷ στυγητὸν ἀμελλητὶ 2 καταστρέφειν. εἰ δὲ δὴ τοῦτο δρᾶν οὐκ ἀνεχόμενοι, μένειν ὥσπερ καὶ σώζεσθαι τῆς πλανήσεως ἔργα συγχωροῦσιν 3 αὐτοὶ, μᾶλλον δὲ καὶ συνιστῶσιν ἐκ τῶν ἐναντίων, τὸ τηνικάδε δὴ πάντως οἶνον ὥσπερ τι καὶ μέθυσμα καὶ ὁ τῶν παιδαγωγουμένων εἰσδέξεται νοῦς. πόθεν γὰρ, ἤ πῶς ἄν
ἔσχον νήφειν οἱ μαθηταὶ, καὶ διανοιγνύναι δύνασθαι τῆς διανοίας τὸν ὁφθαλμὸν πρὸς τὸν ἀληθῶς καὶ φύσει θεὸν, εἴπερ αὐτοὺς οἱ παιδαγωγοὶ καὶ τῶν συμφερόντων εἰσηγηταὶ καὶ προσεμπεδοῦσιν ἔτι πρὸς τὸ πλανᾶσθαι δεῖν; καὶ τοῦτο 4 οἶμαί ἐστι τὸ δι’ ἑτέρου προφήτου σαφῶς εἰρημένον· “Οἱ
5 “ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἔστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ “ νόμου μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς “ ἐμέ, καὶ οἱ προφῆται προεφήτευον τῇ Βάαλ·” καὶ πάλιν, 6 “ Οἰ υἱοί μου καὶ τά πρόβατά μου οὐκ εἰσὶν, οὐκ ἔστι τόπος “ τῆς σκηνῆς μου,τόπος τῶν δέῤῥεών μου. ὅτι οἱ ποιμένες
“ ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο “ οὐκ ἐνενόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.