1 τὸν δόγον ἐπὶ τὸ τάγμα τὸ ἑρόν. ἁρμόσειε δ᾿ ἂν ὥς γε οἶμαι τῷ λόγῳ, καὶ τὸ ἀρτίως ἡμῖν εἰρημένον, “Τὴν δόξαν 2 “αὐτῶν εἰς ἀτιμίαν θήσομαι.” δόξα μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς ἡ περίοπτος ἱερωςύνη, καὶ τὸ προῦχον ἐν αὐτῇ
καὶ ἅγιον γένος, τουτέστι τὸ λευΐτικον· ἐβαςίλευον μὲν γάρ τινες ἐκ τῆς Ἰούδα φυλῆς, ἀλλ᾿ ἦν ἐν δευτέροις τῆς ἱερωςύνης καὶ πολὺ λίαν ἐν μείοσι τὰ ἀνθρώπινα. δόξα δὴ οὖν τῆς Ἰουδαίων Συναγωγῆς, τὸ ἱερόν τε ἐστὶ καὶ ἀπόλεκτον γένος. περιβληθήσεται τοίνυν ἀτιμίᾳ φηςὶ, καὶ μεταχωρήσει πρὸς
τὸ ἀκαλλές. καὶ διὰ ποίαν αἰτίαν; ὅτι τῶν σφίσι πρεπωδεστάτων ὁλιγωρήσαντες παρεκομίζοντο πρὸς ἀπόστασιν. οὐ τετηρήκασι τὴν ἑαυτῶν ἀρχὴν, οὐκ ἔγνωσαν τῆς ἱερωςύνης 3 τὸν τρόπον, οὐκ ἐνενόησαν ὅτι ἀμαρτίας λαοῦ μου φάγονται, καὶ ἐν ταῖς αδικίαις αὐτῶν λήΨονται τὰς Ψυχὰς αὐτῶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.