Φαρισαίοις, “Ἐδίδασκον γὰρ διδασκαλίας, ἐντάλματα ἐν- 3 σκον γὰρ διδασκαλίας, ἐντάλματα ἀν- “θρώπων.” ὥσπερ οὖν τῇ πόρνῃ συνῆν ὁ προφήτης, εἰς τύπον Θεοῦ τῆς τοῦ Ἰσραὴλ ἀνεχομένου πορνείας, καὶ κολάζοντος μὲν συμμέτρως εἰς ἐπιστροὴν, ἀνακομίζοντος δὲ πρὸς ἐπίγνωσιν· τὸν αὐτὸν οἶμαι τρόπον καὶ διὰ τῶν
προκειμένων μορφοῦται πάλιν ἡμῖν ἀστείως τὸ μυστήριον. εἰς τύπον γὰρ ὁ προφήτης Θεοῦ παραδέχεται μὲν τὴν μοικαλίδα καὶ ἀγαπῶσαν τὰ πονηρά. περιθάλπει δὲ ὥσπερ, ταῖς ἐπαγγελίαις καὶ ἀγαθαῖς ἐλπίσι καταπιαίνων εὐ μάλα, πίπτειν οὐκ ἐᾷ πρὸς ἀπόγνωσιν. ὅτι γὰρ ἐν τούτοις ὅλον 4
ἐστὶ τὸ μυστήριον, παρέδειξεν εἰπὼν τῷ προφήτῃ Θεὸς οὕτως· ἀγάπησον τὴν μοιχαλίδα καὶ ἀγαπῶσαν τὰ πονηρὰ, καθὼς ἀγαπᾷ ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραήλ· καὶ αὐτοὶ ἀποβλέπουσι πρὸς θεοὺς ἀλλοτρίους, καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων. καίτοι γάρ φησι καὶ ἀπειθεῖν ἑλομένους, καὶ
τοῖς ψευδωνύμοις θεοῖς ἀπονέμοντας τὴν ἀγάπησιν, καὶ αὐτοῖς τὰ θυμήρη πληροῦν ἐθέλοντας, ἐξ ἐμφύτου χρηστότητος 5 ἀγαπᾷ ὁ Θεὸς, “Ὃς πάντας ἀνθρώπου θέλει “σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἀληθείας ἐλθεῖν.” δίδωσι δέ πως ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος ἐννοεῖν, ὅτι καὶ κατὰ τὸν τῆς
ἐπιδημίας καιρὸν ἦσάν που τάχα παρὰ τοῖς Ἰουδαίοις ἐπαμφοτερίζοντες ἔτι πολλοὶ, καὶ οὔτε τοῖς διὰ Μωυσέως ἀντάλμασι προσκείμενοι καθαρῶς, οὔτε μὴν εἰσάπαν ἀπηλλαγμένοι τῶν τῆς πλανήσεως ῥύπων, ἀποβλέποντες δὲ μᾶλλον καὶ εἰς θεοὺς ἀλλοτρίους, οἷς καὶ πεμματα προσῆγον 6
μετὰ σταφίδων, πόπανά που τάχα, καὶ μελιττούτας. προσε- 7 κόμιζον γὰρ εἰς θυσίαν τοῖς δαίμοσι τὰ τοιάδε πέμματα, καὶ μάρτυς ἡ πεῖρα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.