“ ἐξῆλθον. καὶ ἐλθὸν εὐρίσκει σχολάζοντα, σεσαρωμένον “ =καὶ κεκοσμημένον. τότε πορεύεται, καὶ κπαραλαμβάνει “ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα “ κατοικει ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου “χείρονα τῶν πρώτων· οὕτως ἔσται τῇ γενεᾷ ταύτῃ τῇ
2 “ πονηρᾷ.” ἔτι μὲν γὰρ ἐν Αἰγύπτῳ διατρίβουσι τοῖς ἐξ 3 Ἰσραὴλ, ἐνῲκησεν ὡς εἰδωλολάτραις τὸ πνεῦμα τὸ πονηρὸν, ἀλλ’ ἐκβέβληται μεταξύ· κέκληνται γὰρ εἰς θεογνωσίαν διὰ Μωυσέως. ἐπειδὴ δὲ γεγόνασι κυριοκτόνοι, καὶ μυρίοις
ὅσοις ἐγκλήμασιν ἔνοχοι, γέγονεν αὔτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων, δαιμονίων ἀγέλης, οὐχ ἑνὸς ἔτι μόνου κατοικούσης ἐν αὐτοῖς. τῆς γὰρ οὐρανίου χάριτος τὴς περιστολήν ἀποβαλοῦσα ψυχὴ, πάντητε καὶ πάντως εὐάλωτος ἔσται τῷ σατανᾷ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.