Mωυσεῖ προσνενέμηκε τὴν μεμνηστευμένην, ἤτοι τὸν λαὸν, οὔπω τῆς οἰκειότητος ἀξιῶν τῆς πρὸς ἑαυτόν· οὐ γὰρ ἱκανὸς, ὡς ἔθην, ὁ νόμος ἤτοι Μωυςῆς, συνάψαι καθαρῶς τε καὶ ὁλοτρόπως Θεῷ· τετήρητο γὰρ ὡς κατορθωμάτων ἔριστον καὶ θεοπρεπὲς ἀληθῶς τῷ μεσίτῃ Θεοῦ καὶ ἀνθρώπων, του- 4
τέστι Χριστῷ, δἰ οὗ καὶ ἐν ᾧ πρὸς Θεὸν ἑνούμεθα. καὶ 5 γάρ ἐστιν “αὐτὸς ἡ εἰρήωη ἡμῶν,’’ κατὰ τὰς γραθὰς, ὁ 6 τὴν μεταξὺ κειμένην ἐξελὼν ἁμαρτίαν, καὶ καθαροὺς ἡμᾶς καὶ ἐκυενιμμένους καὶ ἡγιασμένους τῷ πνεύματι συνάψας ἑαυτῷ, καὶ δἰ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.