τοιοῦδε πράγματος, Νῖνον τὸν Βαβυλώνιον, ὅς τὸν ἴδιον πατέρα μετωνόμασε Βῆλον, ἐκ τοῦ παρ᾿ αὐτοῖς εἰδώλου, φημὶ δὴ τοῦ Βήλ. ὅτι τοίνυιν ἀποπεπαύσεται καὶ τῆς οὕτως αἰσχρᾶς συνηθείας, καταμεμήυνκεν εἰπών Καλε;σει με Ὁ ἀνήρ 1 μου, καὶ οὐ καλέσει με οὐκετι Βααλείμ. εἰ γὰρ ἕλοιτο, φησὶν, ἄνδρα τυχὸν ὀνομάζειν ἐμὲ, προσερεῖ δὴ πάντως Ὁ ἀνήρ μου, καὶ οὐκέτι τοῖς τῶν εἰδώλων ὀνόμασι τιμῶσα καλέσει. ταύτῃ τοι φησίν ὅτι καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλεὶμ ἐκ στόματος
αὐτῆς, καὶ οὐ μὴ μνησθῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.