τῆς ὑπεροψίας ἐγκλήμασιν ἐνεχόμενον· ἀλαζὼν γὰρ ὁ ἀπει- θὴς, καὶ οἱονεί πως ἀνάντης καὶ ἐξήνιος, καὶ παρ’ οὐκὲν ἡηεῖσθαι μεμελετηκὼς τὴν εἴς γε τὸ χρῆναι πληροῦν τὸν νόμον αἰδῶ· 2 ταπεινὸς δὲ λίαν, καὶ οἱονενίπως εὐπρόσιτος ὁ πρὸς εὐπείθειαν εὕκολος, καὶ Θεῷ λίαν ἠγαπημένος. καὶ γοῦν ἔφη που δἰ ἑνὸς 3 τῶν ἁγίων προφητῶν “Καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾿ ἢ ἐπὶ “τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;” 5 ὅταν οὖν λαλήσω, φησὶν, ἐπὶ τὴν καρδίαν αὐτῆς, τότε δὴ τότε καὶ αὐτὴ ταπεινωθήσεται, καθὰ καὶ ἐν ἀρχαῖς, ὅτε καλοῦντος Μωυσέως, καὶ τῆς Αἰγυπτίων ἀπαίρειν προστεταχότος τοῦ φιλικτίρμονος Θεοῦ, προθυμότατα μὲν τοῦτο δρᾶν ἐσπούδαζον, καὶ τῆς τῶν πλεονεκτούντων ἀπέτρεχον 10 γῆς· ὁρίζοντος δὲ τοὺς νόμους ἐν Χωρὴβ, συναγηγερμένοι 4 μετὰ Μωυσέως ἐπὶ τὸ ὄρος τὸ Σινὰ, κατεπηγγέλλοντο λέγοντες “Πάντα ὅσα εἶπεν ἡμῖν Κύριος ὁ Θεὸς, ποιήσομεν 5 “καὶ ἀκουσόμεθα.” οὐκοῦν ἔσται ταπεινὴ καὶ εὐήνιος, καθὰ καὶ ἐν ἀρχαῖς ὅσα τὴν διὰ νόμου πρὸς θεογνωσίαν λαβοῦσα 15 γέννησιν, ἀσμένως ἐδέχετο τὸ τῷ θεῷ δοκοῦ. νηπιότητος τοίνυν ἡμέρας, τὴν διιὰ νόμου φησὶν ἀναγέννησιν εἰς θεογνωσίαν· τοιγάρτοι καὶ ἔφασκεν “Υἱὸς πρωτότοκός μου 6 “Ἰσραήλ.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.