“ καλῶς μοι ἦν τότε ἤ νῦν·” ἔγνω γὰρ διὰ πείρας τὸ τελοῦν εἰς ὄνησιν, καὶ οἷς ἦν ἄμεινον ἐμφιλοχωρεῖν· οὕτως εἰ λάβοιμι τὰ ἐμαυτοῦ, φηςὶ, τότε δὴ πάντωςζητήσει τὸν χορηγὸν, ἀποαύσεται τοῦ δερῖν ἀνάπτειν τοῖς δαιμονίοις τὰ χαριστήρια, οἴεσθαί τε ὅτι θεοὶ κατὰ ἀλήθειάν εἰσιν, ὡς καὶ
1 ἀναςώζειν δύνασθαι τοὺς ὑπ’ αὐτοῖς γεγονότας. ἐν καιρῷ δὲ λήψεσθαι τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὰ ὀθόνια, φηςὶ, ψευδομένων τάχα που κατὰ καιροὺς τῶν καρπῶν, καὶ ὑστερι- 2 ζόντων αὐτοῖς τῶν ὡρίμων· ὡς ματαίους ἀνατλῆναι καὶ τοὺς ἐπὶ γε τῇ γηπονίᾳ πόνους.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.