νοιαν, κρατούσης δὲ μᾶλλον ὁμοψυχίας, καὶ εἰς ἑνότητα τὴν ἐν πνεύματι συλλεγούσης ἅπαντας τῆς εἰς Χριστὸν
πίστεως, λοιπὸν ἀναγκαίως τὸ Πνεῦμα προστέταχε τοῖς ἤδη τὴν πίστιν πεπλουτηκόσι, καὶ γεγονόσιν ὑπὸ Χριστῷ, μηκέτι τὴν πρὸς ἐκείνους εἰρήνην ἀποσείεσθαι φιλεῖν, οἳ δικαίως
κέκληντο Οὐ λαός μου, καὶ Οὐκ ἠλεημένη. εἰσδεδεγμένου γὰρ ἄπαξ τοῦ Ἰσραὴλ, καὶ κομισαμένου τὴν ἄφεσιν, καὶ λεγονότος ὑτὸ Χριστῷ, πῶς ἦν ἀκόλουθον διχονοεῖν ἔτι, καὶ οὐχὶ δὴ μᾶλλον ἐν ὁμονοίᾳ διατελεῖν τοὺς ἐνὶ τῷ τῆς υἱοθε- σιας Πνεύματι κεκλημένους εἰς ἀδελφότητα; ὦ τοίνυν, φησὶν,
οἱ πίστει τῇ εἰς Χριστὸν ἐκλελαμπρυσμένοι, καὶ τὰ τὴς 1 γνησεότητος λαχόντες αὐχήματα, τῷ ἀδελφῷ ὑμῶν τῷ πάλαι δικαίως Οὐ λαός μου κεκλημένῳ, λέγετε λοιπὸν τὸ Λαός μου· καὶ τῇ ἀδελφῇ ὑμῶν Οὐκ ἠλεημένῃ, λέγετε τὸ Ἠλεημένη. καὶ γὰρ ἐστιν ἀναγκαῖον, σύμφρονας τῷ δεσπότῆ τοὺς ὑπὸ 2 χεῖρα φαίνεσθαι λαοὺς, καὶ ταὐτὰ βούλεσθαι τῷ πατρὶν, τοὺςεἰς υἱότητα κεκλημένους τῆς χάριτος· ἥδεσθαί τε μᾶλλον, ὄτι σέσωσται τὸ κατάλειμμα τῶν ἐξ Ἰσραὴλ, καὶ οἱ πάλαι 3 διὰ πολλὴν ἀπείθειαν ἀπεῤῥιμμένοι, νῦν γεγόνασι δεκτοὶ καὶ ἡγιασμένοι λοιπὸν ἐν Χριστῷ, δι’ οὖ καὶ μεθ’ οὖ τῷ θεῷ
καὶ Πατρὶ ἡ δόξα αὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰωνων, Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.