Θεῷ ζῶντι καὶ ἀληθινῷ· καὶ μὴν καὶ δικαιοσύνης γεγόνασιν ἐπιμεληταὶ, καὶ ἁπάσαις ἀγαθοεργίαις εὖ μάλα κατεστεμμένοι, καὶ γνησιότητι διαπρέποντες· καὶ ἀκλόνητοι τὴν πίστιν, καὶ πᾶν εἶδος ἐπιεικείας ἐπησκηκότες. ἐπειδὴ δὲ λιμοῦ κατωθήσαντος 2 ἐπέμιξαν Αἰγυπτίοις, εἶτα μακροὺς ἐκεῖσε διατετελέκασι 3
χρόνους, ἑτερότροποί τε καὶ ἑτερογνώμονες οἱ ἐξ αὐτῶν γεγόνασι, τοῖς τῶν ἐνοικούντων ἔθεσιν ἕπεσθαι ᾑρημένοι λοιπόν· καὶ ὀλίγα παντελῶς τῆς τοῖς πατράσιν ἐντριβοῦς καὶ ἐξαιρέτως κατορθουμένης εὐσεβείας πεθροντικότες. προσκεκυνήκασι γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα, 4
καὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καθὰ γέγραπται. κατῴχοντο 5 δὲ βδελυρίας εἰς τοῦτο καὶ βεβήλου ζωῆς, ὡς τάχα που φαυλότητος τρόπον ἔχειν ἀνεπιτήδευτον παντελῶς οὐδένα. 6 καί μοί τι παθεῖν δοκοῦσι τοιοῦτο, ὅπερ ἂν πάθοι γυνὴ σοφή τε καὶ εὐγενὴς, τὸν μὲν ἑαυτῆς μεθεῖσα τρόπον,
μόνον δὲ οὐχὶ καὶ ἐρρῶσθαι φράσασα τοῖς εἰς εὐκοσμίαν ἐπιτηδεύμασιν· ἀνθηρῇ μένη δὲ μᾶλλον τὸ ἐν εἴδει καὶ ἐν σχήμασιν ὁρᾶσθαι πορνικοῖς. ὅνπερ γὰρ τρόπον ἡ τοιάδε γυνὴ τὰς ἁπάντων ἡδονὰς ἐφ’ ἑαυτῇ πληροῖ, δυσχερείας ἁπάσης ἐξηρημένης, οὕτω καὶ ἀνθρώπου ψυχὴ, τῶν τῆς
εὐσεβείας ἀπονεύσασα σπουδασμάτων, καὶ ἀγάπης τῆς εἰς 7 Θεὸν ἀλογήσασα, καὶ προσκεκλιμένη τῷ Σατανᾷ, τὰς τῶν 8 πονηρῶν πνευμάτων ἐπιθυμίας ἀποπληροῖ. οὐκοῦν πεπόρνευκεν ἐν Αἰγύπτῳ νοητῶς ἡ τῶν Ἰουδαίων συναγωγή· προὔκειτο γὰρ, ὡς ἔφην, ταῖς τῶν δαιμονίων ἐπιθυμίαις εἰς πᾶν ὁτιοῦν τῶν αὐτοῖς καθ’ ἡδονὴν ἀποφερομένη εὐκόλως· ἀλλ’ ἐπεσκέπτετό τε καὶ ἠλέει Θεὸς τὴν οὕτω διερριμμένην,
καὶ σώφρονα πάλιν αὐτὴν ἀποφαίνειν ἤθελε· μόνον δὲ οὐχὶ 9 καὶ σύνοικον ἐποίει τὴν βέβηλον ὁ πάναγνός τε καὶ καθαρὸς, καὶ τέκνων ἐποίει μητέρα, καὶ ἀγάπης ἠξίου, διὰ τὸν ἐξ αὐτῆς γενόμενον πρωτότοκον, τουτέστι τὸν Ἰεσπάελ, ὃς ἑρμηνεύεται σπορα Θεοῦ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.