γε τῷ Ζοροβάβελ εὖ μάλα γραφόμενον· ὅτι καὶ ἐκ φυλῆς Ἰούδα, καὶ μέντοι καὶ βασιλεὺς, καὶ τῶν τῆς αἰχμαλωσίας λελυτρωμένων ἡγούμενος, καὶ οἷον ἐπιστάτης τῶν οἰκοδομούντων τὸν οἶκον κυρίου. σὲ τοίνυν, φησὶ, λαβὼν τὸν δοῦλόν μου· τουτέστι τὸν ἐν δούλου μορφῇ πεφηνότα, πλὴν
κατὰ φύσιν ἐλεύθερον· κατ’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν ἃν 1 ἑλοίμην καθελεῖν δυνάστας ἀπὸ θρόνων καὶ ἐκβαλεῖν ἀρχὰς, 2 ὡς σφραγῖδα θήσομαι. σφραγὶς γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ὅλην αὐτοῦ καὶ ἀκραιφνῆ τὴν ὁμοίωσιν ἔχων, καὶ ἐν ἰδίῳ κάλλει τὴν τοῦ γεννήσαντος ἀπαστράπτων φύσιν. ἐν
αὐτῷ δὲ καὶ ἡμᾶς εἰς ὁμοίωσιν ἰδίαν κατασφραγίζει Θεός· εἴπερ εἰς Χριστὸν μορφούμενοι, τὴν ὡς πρὸς Θεὸν εἰκόνα κερδαίνομεν. σήμαντρον οὖν ἄρα τὸ ἀκριβὲς τοῦ Θεοῦ καὶ 3 Πατρὸς ὁ Υἱὸς, καὶ αὐτὸν ᾑρετίσατο, τοῦτ’ ἐστιν, αἱρετὸν ἐποιήσατο καὶ ἐξειλεγμένον. καὶ γοῦν ἐπὶ τοῖς Ἰορδάνου
4 νάμασιν αὐτὸν ὡμολόγει, λέγων “Οὗτός ἐστιν ὁ Υἱός μου 5 ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε.” εὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀναστοιχειῶσαι τὰ πάντα, καὶ ἀναγαγεῖν εἰς τὸ ἀπ’ ἀρχῆς, καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, “ἆνα- 6 “κεφαλαιώσασθαι τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς
“γῆς ἐν Χριστῷ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.