ἀρχὴν ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τὸν Ἰούδαν, πεπόρθηται 1 μὲν ἢ πόλις, ἀπῴχετο δὲ καὶ πᾶς ὁ Ἰδραὴλ αἰχμάλωτος, κατεμπιπράντος τὸ τηνικάδε τοῦ Ναβουχοδονόσορ καὶ αὐτὸν τὸν θεῖον ναὸν, εἴληπτο δὲ καὶ αὐτὸς Ἰεχονίας, καὶ ὁμοῦ τοῖς ἄλλοις αἰχμάλωτος ἦν. γέγονε δὲ Σαλαθιὴλ υἱὸς Ζοροβάβελ.
2 τοιγάρτοι καὶ ὑπονοστήσαντος τοῦ Ἰσραὴλ ἐν τοῖς Ἱεροσολύμοις, ἅτε δὴ καὶ ἐξ αἵματος ὣν τῆς τὸ βασιλεύειν λαχούσης φυλῆς, βεβασίλευκεν ἐπὶ τὸν Ἰούδαν. Ἰησοῦς Ἰησοῦς ἐκ φυλῆς τε καὶ αἵματος ὢν τοῦ Δευὶ, καὶ ὡς ἐκ ῥίζης τοῦ 3
Ἀαρὼν, τὴν ἐξῃρημένην τῶν ἄλλων καὶ ἀπόλεκτον ἀνῆπτο τιμὴν, καὶ μέγας ἦν ἱερεύς. οὕτω γὰρ ὁ νόμος τὸν τῶν ἱερῶν ταγμάτων ἡγεῖσθαι λαχόντα κατωνόμαζε λέγων, μὴ δεῖν ἀνεῖσθαι φυγῆς τοὺς ἐν ταῖς πόλεσι τῶν φυγαδευτηρίων· ἀλλ’ ἔνθαπερ ἂν εἶεν ἕκαστοι, μένειν αὐτοῦ, “ ἕως οὗ ἀποθάνῃ 4 5 “ο ἱερεὺς ὁ μέγας, τουτεστιν, ο ἀρχιερεύς. γεγονε ὁ λόγος πρὸς ἄμφω, τόν τε βασιλέα φημὶ καὶ τὸν τῶν ἱερῶν ταγμάτων προεστηκότα. αὐτοὺς γὰρ ἦν καὶ εἰκὸς τοῖς ἄλλοις ἅπασι περιαγγεῖλαι τὸ χρησμῳδούμενον. οὐκ ἠγνοηκόσι δὲ, οἶμαι, τὰς τῶν λαῶν σκήψεις, ἀπαγγεῖλαι προστέταχεν 6
ὁ τῶν ὅλων Θεός· ἀλλ’ οἷον ἐπιμειδιῶν ἀναπίπτουσιν οὐκ ἐν καιρῷ πρὸς τὸ ῥᾴθυμον, καὶ ὧν ἦν εἰκὸς ἐσπουδασμένην ποιεῖσθαι φροντίδα, τούτων αὐτῶν οὐ μετρίως ἠφειδηκόσιν. ἦν γὰρ ἄμεινον ἐννοεῖν ὡς, εἴπερ ἦν αὐτοῖς ἐν προὐργιαιτέρῳ λόγῳ τὰ τοῦ Θεοῦ, πάντως που καὶ τῆ παρ’ αὐτοῦ φειδοῖ
καὶ χάριτι πρὸς τὸ εὖ ἔχειν διακρατούμενοι, διήγαγον ἃν εὐημερίαις καὶ πλούτῳ, καὶ ἀμφιλαφῶς ἔχοντες τὰ ζωαρκῆ. 7 οὐκοῦν οἱονεί πὼς ἐπιμαρτύρεται διὰ τῆς τοῦ προφήτου φωνῆς, ὡς ἀνοσίως ἠμεληκότα τὸν Ἰσραὴλ τῶν ὅτι μάλιστα χρησίμων αὐτῷ καὶ εἰς δόξαν ὁρώντων Θεοῦ. περιστέλλοντες
γὰρ, καθάπερ οἴονται κατὰ σφᾶς αὐτοὺς, εὐπροσώποις εὑρεσιλογίαις τὰ ἐγκλήματα, οὔπω παρεῖναί φασι τὸν καιρὸν τοῦ ἀναδείμασθαι τὸν ναὸν Κυρίου· ἀλλ’ ὅ γε τοῦ δρᾶν ἐθέλειν 8 ὀρθῶς ἀεὶ πάρεστι καιρὸς, καὶ τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσι τὰ εἰς δόξαν Θεοῦ τελοῦντα πληροῦν, ἐν ἐξουσίᾳ διαπαντός. 9 εἰ δὲ δὴ καὶ τὸ ἀπεῖργον καὶ ἀντιτετάχθαι δοκοῦν οἴχοιτό πὼς ἐκποδὼν, τότε δὴ παγχάλεπος ἀληθῶς ἡ ἀνάβλησις, καὶ ὄκνου λοιπὸν ἐγκλήματα καὶ τῆς εἰς ἄκρον ἀφιλεργίας, οἵπερ
ἃν γένοιντο περὶ τούτου λόγοι. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ 10 φωνῆς τοῦ Δαυείδ “ Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους “ πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.